§1.27.1Κορίνθιοι δ᾽, ὡς αὐτοῖς ἐκ τῆς Ἐπιδάμνου ἦλθον ἄγγελοι ὅτι πολιορκοῦνται, παρεσκευάζοντο στρατείαν, καὶ ἅμα ἀποικίαν ἐς τὴν Ἐπίδαμνον ἐκήρυσσον ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ τὸν βουλόμενον ἰέναι·
但是科林斯人,当使者从埃皮达努斯来到他们那里,报告说他们正受到围攻时,便开始准备远征,同时宣布向埃皮达努斯移民,任何愿意前往的人都享有平等和同等的权利。
εἰ δέ τις τὸ παραυτίκα μὲν μὴ ἐθέλει ξυμπλεῖν, μετέχειν δὲ βούλεται τῆς ἀποικίας, πεντήκοντα δραχμὰς καταθέντα Κορινθίας μένειν.
如果有人目前不想一同航行,但希望参与该殖民计划,只要交纳五十科林斯德拉克马就可以留下来。
ἦσαν δὲ καὶ οἱ πλέοντες πολλοὶ καὶ οἱ τἀργύριον καταβάλλοντες.
结果,无论是乘船前往的人,还是交纳资金的人,都非常多。
§1.27.2ἐδεήθησαν δὲ καὶ τῶν Μεγαρέων ναυσὶ σφᾶς ξυμπροπέμψαι, εἰ ἄρα κωλύοιντο ὑπὸ Κερκυραίων πλεῖν· οἱ δὲ παρεσκευάζοντο αὐτοῖς ὀκτὼ ναυσὶ ξυμπλεῖν, καὶ Παλῆς Κεφαλλήνων τέσσαρσιν.
他们还请求麦加拉人派船只护送他们,以防万一受到科尔库拉人的阻碍而无法航行;麦加拉人准备派八艘船只与他们同行,凯法利尼亚的帕莱人也准备派四艘。
καὶ Ἐπιδαυρίων ἐδεήθησαν, οἳ παρέσχον πέντε, Ἑρμιονῆς δὲ μίαν καὶ Τροιζήνιοι δύο, Λευκάδιοι δὲ δέκα καὶ Ἀμπρακιῶται ὀκτώ.
他们还请求埃皮达夫鲁斯人,后者提供了五艘船,赫耳弥奥涅人提供了一艘,特罗曾人提供了两艘,莱乌卡斯人提供了十艘,阿姆普拉基亚人提供了八艘。
Θηβαίους δὲ χρήματα ᾔτησαν καὶ Φλειασίους, Ἠλείους δὲ ναῦς τε κενὰς καὶ χρήματα.
他们还向底比斯人和弗利亚斯人请求资金,向伊利斯人请求无人的空船和资金。
αὐτῶν δὲ Κορινθίων νῆες παρεσκευάζοντο τριάκοντα καὶ τρισχίλιοι ὁπλῖται.
而科林斯人自己,则准备了三十艘船只和三千名重装步兵。