§1.25.1γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρόν, καὶ πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο εἰ παραδοῖεν Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ τιμωρίαν τινὰ πειρῷντ’ ἀπ᾽ αὐτῶν ποιεῖσθαι.
埃皮达努斯人得知科尔库拉不会给他们提供任何援助,便不知如何应付眼前的局面。 于是他们派人前往德尔斐,询问神是否应当把城市移交给科林斯人作为建城者,并设法从他们那里获得一些援助。
ὁ δ’ αὐτοῖς ἀνεῖλε παραδοῦναι καὶ ἡγεμόνας ποιεῖσθαι.
神向他们示谕,应当移交城市并以他们为领导者。
§1.25.2ἐλθόντες δὲ οἱ Ἐπιδάμνιοι ἐς τὴν Κόρινθον κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε οἰκιστὴν ἀποδεικνύντες σφῶν ἐκ Κορίνθου ὄντα καὶ τὸ χρηστήριον δηλοῦντες, ἐδέοντό τε μὴ σφᾶς περιορᾶν φθειρομένους, ἀλλ’ ἐπαμῦναι.
于是埃皮达努斯人前往科林斯,根据神谕移交了这殖民地。 他们指出自己的建城者来自科林斯,并说明了神谕的内容,恳求科林斯人不要坐视自己走向毁灭,而是予以救援。
§1.25.3Κορίνθιοι δὲ κατά τε τὸ δίκαιον ὑπεδέξαντο τὴν τιμωρίαν, νομίζοντες οὐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποικίαν ἢ Κερκυραίων, ἅμα δὲ καὶ μίσει τῶν Κερκυραίων, ὅτι αὐτῶν παρημέλουν ὄντες ἄποικοι·
科林斯人出于正义接受了援助的请求,他们认为该殖民地属于他们自己并不亚于属于科尔库拉人;同时也是出于对科尔库拉人的恨意,因为后者虽为他们的殖民者却忽视了他们。
§1.25.4οὔτε γὰρ ἐν πανηγύρεσι ταῖς κοιναῖς διδόντες γέρα τὰ νομιζόμενα οὔτε Κορινθίῳ ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν ὥσπερ αἱ ἄλλαι ἀποικίαι, περιφρονοῦντες δὲ αὐτοὺς καὶ χρημάτων δυνάμει ὄντες κατ’ ἐκεῖνον τὸν χρόνον ὁμοῖα τοῖς Ἑλλήνων πλουσιωτάτοις καὶ τῇ ἐς πόλεμον παρασκευῇ δυνατώτεροι, ναυτικῷ δὲ καὶ πολὺ προύχειν ἔστιν ὅτε ἐπαιρόμενοι καὶ κατὰ τὴν Φαιάκων προενοίκησιν τῆς Κερκύρας κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς (ᾗ καὶ μᾶλλον ἐξηρτύοντο τὸ ναυτικὸν καὶ ἦσαν οὐκ ἀδύνατοι· τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς ὅτε ἤρχοντο πολεμεῖν),
因为科尔库拉人既不在共同的节日集会上给予他们惯例的特权,也不在祭祀中让科林斯人行起始礼(像其他殖民地所做的那样),而是轻视他们,因为当时科尔库拉人在财富实力上与最富裕的希腊人并驾齐驱,在战争准备上更为强大,并且有时还因曾以航海闻名的法埃亚基亚人先前居住在科尔库拉,而在海军上自夸遥遥领先(因此他们也更加装备自己的海军,并非没有实力;因为在他们开始交战时,已经拥有了一百二十艘三列桨战船),