Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.142.1-1.142.9

雅典在筑城与海军技能上的优势

第 142 段,共 917 段 · 希腊语

内容简介

伯罗奔尼撒人因缺乏资金和长期战争经验而无法有效对抗雅典。佩里克利斯指出,建立对峙要塞和训练海军需要极高的专业技术和持续练习,而在雅典的海上封锁下,他们根本无法掌握这些技能。

§1.142.1‘μέγιστον δέ, τῇ τῶν χρημάτων σπάνει κωλύσονται, ὅταν σχολῇ αὐτὰ ποριζόμενοι διαμέλλωσιν· τοῦ δὲ πολέμου οἱ καιροὶ οὐ μενετοί.
‘但最重要的是,他们将因缺乏资金而受到阻碍,因为他们在缓慢筹集资金时会拖延时间;而战争的机遇是不等人的。
§1.142.2καὶ μὴν οὐδ’ ἡ ἐπιτείχισις οὐδὲ τὸ ναυτικὸν αὐτῶν ἄξιον φοβηθῆναι.
此外,他们的筑垒对峙和海军力量都不足为惧。
§1.142.3τὴν μὲν γὰρ χαλεπὸν καὶ ἐν εἰρήνῃ πόλιν ἀντίπαλον κατασκευάσασθαι, ἦ που δὴ ἐν πολεμίᾳ τε καὶ οὐχ ἧσσον ἐκείνοις ἡμῶν ἀντεπιτετειχισμένων·
因为,对于前者,即使在和平时期要建立一个能与我们匹敌的城市也是困难的,更不用说在敌对领土上,尤其是当我们对他们同样筑有对峙要塞的时候了。
§1.142.4φρούριον δ’ εἰ ποιήσονται, τῆς μὲν γῆς βλάπτοιεν ἄν τι μέρος καταδρομαῖς καὶ αὐτομολίαις, οὐ μέντοι ἱκανόν γε ἔσται ἐπιτειχίζειν τε κωλύειν ἡμᾶς πλεύσαντας ἐς τὴν ἐκείνων καί, ᾗπερ ἰσχύομεν, ταῖς ναυσὶν ἀμύνεσθαι·
即使他们建立一个堡垒,虽然他们可以通过袭击和勾引奴隶逃亡来破坏我们的一部分土地,但这绝不足以构成有效的筑垒对峙,也无法阻止我们乘船前往他们的土地,并用我们所擅长的船只进行反击。
§1.142.5πλέον γὰρ ἡμεῖς ἔχομεν τοῦ κατὰ γῆν ἐκ τοῦ ναυτικοῦ ἐμπειρίας ἢ ἐκεῖνοι ἐκ τοῦ κατ᾽ ἤπειρον ἐς τὰ ναυτικά.
因为我们通过海军服役所获得的陆战经验,要比他们通过陆地经验所获得的海战经验更多。
§1.142.6τὸ δὲ τῆς θαλάσσης ἐπιστήμονας γενέσθαι οὐ ῥᾳδίως αὐτοῖς προσγενήσεται.
而精通航海术对他们来说绝非易事。
§1.142.7οὐδὲ γὰρ ὑμεῖς μελετῶντες αὐτὸ εὐθὺς ἀπὸ τῶν Μηδικῶν ἐξείργασθέ πω· πῶς δὴ ἄνδρες γεωργοὶ καὶ οὐ θαλάσσιοι, καὶ προσέτι οὐδὲ μελετῆσαι ἐασόμενοι διὰ τὸ ὑφ’ ἡμῶν πολλαῖς ναυσὶν αἰεὶ ἐφορμεῖσθαι, ἄξιον ἄν τι δρῷεν;
因为即使是你们,自希波战争以来就一直在练习,至今也未能完全掌握;那么,作为农夫而非水手的人,而且由于我们一直用许多船只对他们进行海上封锁,甚至连练习的机会都被剥夺了,他们又怎能做出什么值得一提的成绩呢?
§1.142.8πρὸς μὲν γὰρ ὀλίγας ἐφορμούσας κἂν διακινδυνεύσειαν πλήθει τὴν ἀμαθίαν θρασύνοντες, πολλαῖς δὲ εἰργόμενοι ἡσυχάσουσι καὶ ἐν τῷ μὴ μελετῶντι ἀξυνετώτεροι ἔσονται καὶ δι’ αὐτὸ καὶ ὀκνηρότεροι.
因为面对少数封锁的船只,他们或许还敢凭借人数众多来壮胆冒险,但如果被多数船只阻隔,他们就只能保持沉默,并且由于缺乏练习而变得更加生疏,进而更加畏缩。
§1.142.9τὸ δὲ ναυτικὸν τέχνης ἐστίν, ὥσπερ καὶ ἄλλο τι, καὶ οὐκ ἐνδέχεται, ὅταν τύχῃ, ἐκ παρέργου μελετᾶσθαι, ἀλλὰ μᾶλλον μηδὲν ἐκείνῳ πάρεργον ἄλλο γίγνεσθαι.
海军技术是一门专业技艺,正如其他任何技艺一样,它不容许在有空时作为副业来练习,相反,绝不能让任何其他事情成为妨碍这项技艺的副业。

词汇与语法注释

  1. 1.142.1μέγιστον δέ — 此中性主格形容词在句首作副词性使用,修饰接下来的整个从句(“最重要的是”)。虽然也可以将其分析为省略了 ἐστί 的名词性主语,但将其理解为引入逻辑强调的独立用法更为自然。
  2. 1.142.3τὴν μὲν — 阴性单数宾格冠词 τὴν μὲν 在此作代词,指代前文 1.142.2 中的 ἐπιτείχισις(“筑垒对峙”)。其后的 πόλιν ἀντίπαλον κατασκευάσασθαι(“建造”)的谓语性宾格补足语(“将其建造为一个匹敌的城市”)。这一结构与 1.142.4 中的 φρούριον δ’(“另一方面,堡垒”)形成对比,区分了永久性的对抗要塞都市与临时的军事哨所。
  3. 1.142.5τοῦ κατὰ γῆν — 此属格修饰被比较级 πλέον(“更多”)所限定的 ἐμπειρίας(“经验”)。短语 τοῦ κατὰ γῆν 意为“关于陆上事务的(经验)”。它与比较句的后半部分 ἐκεῖνοι ἐκ τοῦ κατ᾽ ἤπειρον ἐς τὰ ναυτικά(“他们凭陆地经验在海军事务上[所拥有的]”)形成严密的排比,对比了雅典人通过海军获得陆战经验的能力,与伯罗奔尼撒人无法反向操作的困境。
  4. 1.142.8ἐν τῷ μὴ μελετῶντι — 介词 ἐν 之后的中性单数与格冠词 τῷ 与现在分词主动态 μὴ μελετῶν(“不练习”)相结合,表达一种抽象的状态(“在不练习的状态中”,即“由于缺乏练习”)。这种将现在分词主动态中性单数名词化的用法是修昔底德文体的一个显著特征,它将一种持续的状况而非具体的单一动作进行名词化表达。
  5. 1.142.9μηδὲν ἐκείνῳ πάρεργον ἄλλο γίγνεσθαι — 这是一个“对格加不定式”句式,其中 ἐκείνῳ 是中性单数与格代词,指代前文的 τὸ ναυτικόν(“海军技术”)。字面意思是“不让任何其他事情成为它的副业”,强调了海军训练需要完全的专注:海军训练绝不能是业余爱好,相反,在它面前,其他所有活动都必须降为微不足道的副业。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.142.1-1.142.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.142.1-1.142.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。