§1.144.1‘πολλὰ δὲ καὶ ἄλλα ἔχω ἐς ἐλπίδα τοῦ περιέσεσθαι, ἢν ἐθέλητε ἀρχήν τε μὴ ἐπικτᾶσθαι ἅμα πολεμοῦντες καὶ κινδύνους αὐθαιρέτους μὴ προστίθεσθαι·
‘如果你们愿意在战争的同时不谋求夺取新的领土,并且不自寻危险,那么对于我们能够获胜,我还有许多其他的希望。
μᾶλλον γὰρ πεφόβημαι τὰς οἰκείας ἡμῶν ἁμαρτίας ἢ τὰς τῶν ἐναντίων διανοίας.
因为比起敌人的策略,我更害怕我们自己的错误。
§1.144.2ἀλλ’ ἐκεῖνα μὲν καὶ ἐν ἄλλῳ λόγῳ ἅμα τοῖς ἔργοις δηλωθήσεται·
然而,那些事情将在以后结合实际行动在别的演说中予以阐明。
νῦν δὲ τούτοις ἀποκρινάμενοι ἀποπέμψωμεν, Μεγαρέας μὲν ὅτι ἐάσομεν ἀγορᾷ καὶ λιμέσι χρῆσθαι, ἢν καὶ Λακεδαιμόνιοι ξενηλασίας μὴ ποιῶσι μήτε ἡμῶν μήτε τῶν ἡμετέρων ξυμμάχων (οὔτε γὰρ ἐκεῖνο κωλύει ἐν ταῖς σπονδαῖς οὔτε τόδε), τὰς δὲ πόλεις ὅτι αὐτονόμους ἀφήσομεν, εἰ καὶ αὐτονόμους ἔχοντες ἐσπεισάμεθα, καὶ ὅταν κἀκεῖνοι ταῖς ἑαυτῶν ἀποδῶσι πόλεσι μὴ σφίσι [τοῖς Λακεδαιμονίοις] ἐπιτηδείως αὐτονομεῖσθαι, ἀλλ’ αὐτοῖς ἑκάστοις ὡς βούλονται· δίκας τε ὅτι ἐθέλομεν δοῦναι κατὰ τὰς ξυνθήκας, πολέμου δὲ οὐκ ἄρξομεν, ἀρχομένους δὲ ἀμυνούμεθα.
现在,让我们答复并遣返这些人:对于麦加拉人,如果斯巴达人也不对我们及我们的盟友实行排外法,我们将允许他们使用我们的市场和港口(因为在条约中既没有禁止前者,也没有禁止后者);对于各城邦,如果在我们订立条约时它们是自治的,我们将允许它们保持自治,并且只要斯巴达人也允许他们自己的盟邦实行自治,而不是为了顺应斯巴达人的利益,而是按照它们各自的意愿;对于法律争端,我们愿意按照条约进行仲裁,并且我们不会主动挑起战争,但如果战争被强加于我们,我们将进行自卫。
ταῦτα γὰρ δίκαια καὶ πρέποντα ἅμα τῇδε τῇ πόλει ἀποκρίνασθαι.
因为这些是对这个城邦而言既公正又适宜的答复。
§1.144.3εἰδέναι δὲ χρὴ ὅτι ἀνάγκη πολεμεῖν, ἢν δὲ ἑκούσιοι μᾶλλον δεχώμεθα, ἧσσον ἐγκεισομένους τοὺς ἐναντίους ἕξομεν, ἔκ τε τῶν μεγίστων κινδύνων ὅτι καὶ πόλει καὶ ἰδιώτῃ μέγισται τιμαὶ περιγίγνονται.
但我们必须知道,战争是不可避免的,如果我们更主动地接受它,我们将使敌人的进攻不那么嚣张;而且我们必须知道,正是在最大的危险中,国家和个人才能获得最大的荣誉。
§1.144.4οἱ γοῦν πατέρες ἡμῶν ὑποστάντες Μήδους καὶ οὐκ ἀπὸ τοσῶνδε ὁρμώμενοι, ἀλλὰ καὶ τὰ ὑπάρχοντα ἐκλιπόντες, γνώμῃ τε πλέονι ἢ τύχῃ καὶ τόλμῃ μείζονι ἢ δυνάμει τόν τε βάρβαρον ἀπεώσαντο καὶ ἐς τάδε προήγαγον αὐτά.
我们的父辈在抵抗波斯人时,并不是从我们现在这样大的基盘出发的,而是甚至放弃了他们已有的财产,凭借智慧而非运气,凭借勇气而非力量,击退了蛮族,并将国家发展到了今天的繁荣。
ὧν οὐ χρὴ λείπεσθαι, ἀλλὰ τούς τε ἐχθροὺς παντὶ τρόπῳ ἀμύνεσθαι καὶ τοῖς ἐπιγιγνομένοις πειρᾶσθαι αὐτὰ μὴ ἐλάσσω παραδοῦναι.
我们决不能逊色于他们,而必须以一切方式抵抗敌人,并努力将这些遗产毫无缩减地传给后代。
’
’