§1.120.1‘τοὺς μὲν Λακεδαιμονίους, ὦ ἄνδρες ξύμμαχοι, οὐκ ἂν ἔτι αἰτιασαίμεθα ὡς οὐ καὶ αὐτοὶ ἐψηφισμένοι τὸν πόλεμόν εἰσι καὶ ἡμᾶς ἐς τοῦτο νῦν ξυνήγαγον.
“同盟国的诸位,我们再也不能指责斯巴达人,说他们自己没有投票赞成战争,现在却把我们召集于此。
χρὴ γὰρ τοὺς ἡγεμόνας τὰ ἴδια ἐξ ἴσου νέμοντας τὰ κοινὰ προσκοπεῖν, ὥσπερ καὶ ἐν ἄλλοις ἐκ πάντων προτιμῶνται.
因为领导者应当在平等对待私人事务的同时,优先考虑共同的利益,正如他们在其他所有事情上都被所有人尊奉为先一样。
§1.120.2ἡμῶν δὲ ὅσοι μὲν Ἀθηναίοις ἤδη ἐνηλλάγησαν οὐχὶ διδαχῆς δέονται ὥστε φυλάξασθαι αὐτούς· τοὺς δὲ τὴν μεσόγειαν μᾶλλον καὶ μὴ ἐν πόρῳ κατῳκημένους εἰδέναι χρὴ ὅτι, τοῖς κάτω ἢν μὴ ἀμύνωσι, χαλεπωτέραν ἕξουσι τὴν κατακομιδὴν τῶν ὡραίων καὶ πάλιν ἀντίληψιν ὧν ἡ θάλασσα τῇ ἠπείρῳ δίδωσι, καὶ τῶν νῦν λεγομένων μὴ κακοὺς κριτὰς ὡς μὴ προσηκόντων εἶναι, προσδέχεσθαι δέ ποτε, εἰ τὰ κάτω πρόοιντο, κἂν μέχρι σφῶν τὸ δεινὸν προελθεῖν, καὶ περὶ αὑτῶν οὐχ ἧσσον νῦν βουλεύεσθαι.
我们当中那些已经与雅典人打过交道的人,不需要再被教导去防范他们;但那些居住在内陆、不在航道便利之地的邦国应该明白,如果他们不援助沿海的人,他们将更难运出季节性农产品,也更难换回海洋提供给大陆的物资。 对于现在所讨论的事情,他们不应因自认为与己无关而做出错误的判断,而应预料到,如果他们放弃沿海地区,危险终有一天会蔓延到他们自身,因此他们现在同样是在为自己进行谋划。
§1.120.3δι’ ὅπερ καὶ μὴ ὀκνεῖν δεῖ αὐτοὺς τὸν πόλεμον ἀντ’ εἰρήνης μεταλαμβάνειν.
正因如此,他们也不应犹豫以战争代替和平。
ἀνδρῶν γὰρ σωφρόνων μέν ἐστιν, εἰ μὴ ἀδικοῖντο, ἡσυχάζειν, ἀγαθῶν δὲ ἀδικουμένους ἐκ μὲν εἰρήνης πολεμεῖν, εὖ δὲ παρασχὸν ἐκ πολέμου πάλιν ξυμβῆναι, καὶ μήτε τῇ κατὰ πόλεμον εὐτυχίᾳ ἐπαίρεσθαι μήτε τῷ ἡσύχῳ τῆς εἰρήνης ἡδόμενον ἀδικεῖσθαι.
因为,对于明智的人来说,如果不受侵犯,保持平静是本分;而对于勇敢的人来说,一旦受到侵犯,就应该从和平走向战争,并在时机合适时,再从战争走向和解。 他们既不会因战争中的好运而得意忘形,也不会因沉溺于和平的安宁而甘愿忍受侵害。
§1.120.4ὅ τε γὰρ διὰ τὴν ἡδονὴν ὀκνῶν τάχιστ’ ἂν ἀφαιρεθείη τῆς ῥᾳστώνης τὸ τερπνὸν δι’ ὅπερ ὀκνεῖ, εἰ ἡσυχάζοι, ὅ τε ἐν πολέμῳ εὐτυχίᾳ πλεονάζων οὐκ ἐντεθύμηται θράσει ἀπίστῳ ἐπαιρόμενος.
因为,凡因贪图享乐而犹豫不决的人,若是继续保持安逸,最快就会被剥夺他为之犹豫的清闲之乐;而在战争中因一时好运而极度膨胀的人,也没有想到自己是被一种不可靠的虚妄自信所鼓舞。
§1.120.5πολλὰ γὰρ κακῶς γνωσθέντα ἀβουλοτέρων τῶν ἐναντίων τυχόντα κατωρθώθη, καὶ ἔτι πλείω καλῶς δοκοῦντα βουλευθῆναι ἐς τοὐναντίον αἰσχρῶς περιέστη·
因为许多规划不善的事情,由于遇到了更无谋的对手而意外获得了成功;还有更多看似规划完善的事情,结果却恰恰相反,落得耻辱的下场。
ἐνθυμεῖται γὰρ οὐδεὶς ὁμοῖα τῇ πίστει καὶ ἔργῳ ἐπεξέρχεται, ἀλλὰ μετ’ ἀσφαλείας μὲν δοξάζομεν, μετὰ δέους δὲ ἐν τῷ ἔργῳ ἐλλείπομεν.
因为没有人能以抱持信念时同样的信心去付诸行动,我们在安全时抱有设想,在危险的实际行动中却因恐惧而有所欠缺。 ”