§1.119.1αὖθις δὲ τοὺς ξυμμάχους παρακαλέσαντες ψῆφον ἐβούλοντο ἐπαγαγεῖν εἰ χρὴ πολεμεῖν.
此后,他们再次召集盟友,希望就是否应该诉诸战争进行表决。
καὶ ἐλθόντων τῶν πρέσβεων ἀπὸ τῆς ξυμμαχίας καὶ ξυνόδου γενομένης οἵ τε ἄλλοι εἶπον ἃ ἐβούλοντο, κατηγοροῦντες οἱ πλείους τῶν Ἀθηναίων καὶ τὸν πόλεμον ἀξιοῦντες γίγνεσθαι, καὶ οἱ Κορίνθιοι δεηθέντες μὲν καὶ κατὰ πόλεις πρότερον ἑκάστων ἰδίᾳ ὥστε ψηφίσασθαι τὸν πόλεμον, δεδιότες περὶ τῇ Ποτειδαίᾳ μὴ προδιαφθαρῇ, παρόντες δὲ καὶ τότε καὶ τελευταῖοι ἐπελθόντες ἔλεγον τοιάδε.
当来自同盟的使者们抵达并且会议召开时,其他人也发表了他们想说的意见,其中大多数人指责雅典人,并要求发动战争;而科林斯人,因为担心波提狄亚在获得救援之前就被毁灭,先前曾私下里逐一拜访各城邦,请求他们投票赞成战争,此时他们也出席了会议,并最后一个走上前来,发言如下。