§1.121.1‘ἡμεῖς δὲ νῦν καὶ ἀδικούμενοι τὸν πόλεμον ἐγείρομεν καὶ ἱκανὰ ἔχοντες ἐγκλήματα, καὶ ὅταν ἀμυνώμεθα Ἀθηναίους, καταθησόμεθα αὐτὸν ἐν καιρῷ.
“而我们现在既是因为受到不公待遇才发起战争,又有着充足的申诉理由;并且一旦我们对雅典人进行了报复,我们就会在适当时机结束战争。
§1.121.2κατὰ πολλὰ δὲ ἡμᾶς εἰκὸς ἐπικρατῆσαι, πρῶτον μὲν πλήθει προύχοντας καὶ ἐμπειρίᾳ πολεμικῇ, ἔπειτα ὁμοίως πάντας ἐς τὰ παραγγελλόμενα ἰόντας,
我们很有可能在许多方面占据优势:首先,我们在人数和军事经验上领先;其次,我们所有人同样都会服从命令。
§1.121.3ναυτικόν τε, ᾧ ἰσχύουσιν, ἀπὸ τῆς ὑπαρχούσης τε ἑκάστοις οὐσίας ἐξαρτυσόμεθα καὶ ἀπὸ τῶν ἐν Δελφοῖς καὶ Ὀλυμπίᾳ χρημάτων· δάνεισμα γὰρ ποιησάμενοι ὑπολαβεῖν οἷοί τ’ ἐσμὲν μισθῷ μείζονι τοὺς ξένους αὐτῶν ναυβάτας.
至于他们所依靠的海军,我们将用我们各自现有的财产,以及德尔斐和奥林匹亚的资金来装备;因为通过借贷,我们能够用更高的薪水挖走他们雇佣的外邦水手。
ὠνητὴ γὰρ ἡ Ἀθηναίων δύναμις μᾶλλον ἢ οἰκεία· ἡ δὲ ἡμετέρα ἧσσον ἂν τοῦτο πάθοι, τοῖς σώμασι τὸ πλέον ἰσχύουσα ἢ τοῖς χρήμασιν.
因为雅典人的力量更多是靠金钱购买的,而非自身的;而我们的力量则较少会遇到这种情况,因为我们在身体上比在金钱上更强。
§1.121.4μιᾷ τε νίκῃ ναυμαχίας κατὰ τὸ εἰκὸς ἁλίσκονται· εἰ δ’ ἀντίσχοιεν, μελετήσομεν καὶ ἡμεῖς ἐν πλέονι χρόνῳ τὰ ναυτικά, καὶ ὅταν τὴν ἐπιστήμην ἐς τὸ ἴσον καταστήσωμεν, τῇ γε εὐψυχίᾳ δήπου περιεσόμεθα.
而且只要在海战中获得一次胜利,按常理他们就会被击败;但如果他们坚持下去,我们也会在更长的时间里演练海军技术,而一旦我们将技术提升到同等水平,我们无疑将在勇气上战胜他们。
ὃ γὰρ ἡμεῖς ἔχομεν φύσει ἀγαθόν, ἐκείνοις οὐκ ἂν γένοιτο διδαχῇ· ὃ δ’ ἐκεῖνοι ἐπιστήμῃ προύχουσι, καθαιρετὸν ἡμῖν ἐστὶ μελέτῃ.
因为我们天生拥有的优秀品质,他们是无法通过教导获得的;而他们在技术上领先的地方,我们则是可以通过训练来消除的。
§1.121.5χρήματα δὲ ὥστε ἔχειν ἐς αὐτά, οἴσομεν· ἢ δεινὸν ἂν εἴη εἰ οἱ μὲν ἐκείνων ξύμμαχοι ἐπὶ δουλείᾳ τῇ αὑτῶν φέροντες οὐκ ἀπεροῦσιν, ἡμεῖς δ’ ἐπὶ τῷ τιμωρούμενοι τοὺς ἐχθροὺς καὶ αὐτοὶ ἅμα σῴζεσθαι οὐκ ἄρα δαπανήσομεν καὶ ἐπὶ τῷ μὴ ὑπ’ ἐκείνων αὐτὰ ἀφαιρεθέντες αὐτοῖς τούτοις κακῶς πάσχειν.
为了拥有这些资金,我们将进行募捐;否则,要是他们的盟友为了自己的奴役而不断交纳贡税却不觉得厌倦,而我们为了惩罚敌人并同时挽救自己却不肯花钱,也不肯为了防止这些财产被他们夺去并用这些财产来祸害我们而付出代价,那将是多么荒谬的事。 ”