Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §1.114.1-1.114.3

优波亚叛乱与伯里克利的再次征服

第 114 段,共 917 段 · 希腊语

内容简介

针对优波亚与墨加拉的叛乱以及伯罗奔尼撒人对阿提卡的入侵,伯里克利率领雅典军队进行应对,最终重新征服了整个优波亚。

§1.114.1μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον Εὔβοια ἀπέστη ἀπὸ Ἀθηναίων, καὶ ἐς αὐτὴν διαβεβηκότος ἤδη Περικλέους στρατιᾷ Ἀθηναίων ἠγγέλθη αὐτῷ ὅτι Μέγαρα ἀφέστηκε καὶ Πελοποννήσιοι μέλλουσιν ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν καὶ οἱ φρουροὶ Ἀθηναίων διεφθαρμένοι εἰσὶν ὑπὸ Μεγαρέων, πλὴν ὅσοι ἐς Νίσαιαν ἀπέφυγον· ἐπαγαγόμενοι δὲ Κορινθίους καὶ Σικυωνίους καὶ Ἐπιδαυρίους ἀπέστησαν οἱ Μεγαρῆς.
此后不久,优波亚反叛了雅典人。 在伯里克利已经率领雅典军队渡海抵达该岛时,有人向他报告,说墨加拉已经叛乱,伯罗奔尼撒人正准备入侵阿提卡,而且除了逃往尼塞亚的人之外,雅典人的守备队已被墨加拉人全部消灭;墨加拉人是在拉拢了科林斯人、西锡安人和埃皮达鲁斯人之后发动叛乱的。
ὁ δὲ Περικλῆς πάλιν κατὰ τάχος ἐκόμιζε τὴν στρατιὰν ἐκ τῆς Εὐβοίας.
于是,伯里克利急忙将军队从优波亚撤回。
§1.114.2καὶ μετὰ τοῦτο οἱ Πελοποννήσιοι τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε ἐσβαλόντες ἐδῄωσαν Πλειστοάνακτος τοῦ Παυσανίου βασιλέως Λακεδαιμονίων ἡγουμένου, καὶ τὸ πλέον οὐκέτι προελθόντες ἀπεχώρησαν ἐπ’ οἴκου.
此后,伯罗奔尼撒人在拉acedaemon(斯巴达)人的国王、帕萨尼亚斯之子普雷斯托阿纳克斯的指挥下,侵入阿提卡的埃莱夫西斯和特里亚平原并进行劫掠,随后未再进一步前进,便撤回了家园。
§1.114.3καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν, καὶ τὴν μὲν ἄλλην ὁμολογίᾳ κατεστήσαντο, Ἑστιαιᾶς δὲ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον.
接着,雅典人在伯里克利的指挥下,再次渡海前往优波亚,平定了全岛。 他们通过协定整顿了其他地区,但将赫斯提亚亚人驱逐出境,由自己占领了他们的土地。

词汇与语法注释

  1. 1.114.1διαβεβηκότος ἤδη Περικλέους — 属格独立结构。完成分词 `διαβεβηκότος` 表示伯里克利已经完成了渡海前往优波亚的行动并处于该状态中。
  2. 1.114.1στρατιᾷ — 伴随与格。在军事语境中,常不带介词(如 `σύν`)单独使用,表示所率领的军队。
  3. 1.114.2τῆς Ἀττικῆς — 部分属格。与 `ἐσβαλόντες ἐς...` 连用,将侵入的范围限定在阿提卡境内的“埃莱夫西斯和特里亚”。
  4. 1.114.3Ἑστιαιᾶς δὲ ἐξοικίσαντες — 动词“驱逐、迁出”(`ἐξοικίζω`)的主动分词 `ἐξοικίσαντες` 的直接宾语,是表示赫斯提亚亚人的 `Ἑστιαιᾶς`(阳性宾格复数)。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §1.114.1-1.114.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:1.114.1-1.114.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。