§1.115.1ἀναχωρήσαντες δὲ ἀπ’ Εὐβοίας οὐ πολλῷ ὕστερον σπονδὰς ἐποιήσαντο πρὸς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους τριακοντούτεις, ἀποδόντες Νίσαιαν καὶ Πηγὰς καὶ Τροιζῆνα καὶ Ἀχαΐαν· ταῦτα γὰρ εἶχον Ἀθηναῖοι Πελοποννησίων.
\n从优波亚撤回后不久,雅典人便与拉acedaemon(斯巴达)人及其盟友缔结了三十年和约,归还了尼塞亚、佩盖、特罗曾和阿开亚;因为这些地方是雅典人先前从伯罗奔尼撒人手中夺取并占领的。
§1.115.2ἕκτῳ δὲ ἔτει Σαμίοις καὶ Μιλησίοις πόλεμος ἐγένετο περὶ Πριήνης, καὶ οἱ Μιλήσιοι ἐλασσούμενοι τῷ πολέμῳ παρ’ Ἀθηναίους ἐλθόντες κατεβόων τῶν Σαμίων.
\n\n第六年,萨摩斯人与米利都人之间因普里埃内爆发了战争。 米利都在战争中失利,便前往雅典人那里,极力控诉萨摩斯人。
ξυνεπελάβοντο δὲ καὶ ἐξ αὐτῆς τῆς Σάμου ἄνδρες ἰδιῶται νεωτερίσαι βουλόμενοι τὴν πολιτείαν.
此外,来自萨摩斯岛本地的一些希求变革政体私人公民也参与了这次控诉。
§1.115.3πλεύσαντες οὖν Ἀθηναῖοι ἐς Σάμον ναυσὶ τεσσαράκοντα δημοκρατίαν κατέστησαν, καὶ ὁμήρους ἔλαβον τῶν Σαμίων πεντήκοντα μὲν παῖδας, ἴσους δὲ ἄνδρας, καὶ κατέθεντο ἐς Λῆμνον, καὶ φρουρὰν ἐγκαταλιπόντες ἀνεχώρησαν.
\n\n于是,雅典人率领四十艘战船驶往萨摩斯,在那里建立了民主制;他们还从萨摩斯人中带走了五十名男孩和同等数量的成年男子作为人质,安置在雷姆诺斯岛,并在留下一支守备队后撤回。
§1.115.4τῶν δὲ Σαμίων ἦσαν γάρ τινες οἳ οὐχ ὑπέμειναν, ἀλλ’ ἔφυγον ἐς τὴν ἤπειρον, ξυνθέμενοι τῶν ἐν τῇ πόλει τοῖς δυνατωτάτοις καὶ Πισσούθνῃ τῷ Ὑστάσπου ξυμμαχίαν, ὃς εἶχε Σάρδεις τότε, ἐπικούρους τε ξυλλέξαντες ἐς ἑπτακοσίους διέβησαν ὑπὸ νύκτα ἐς τὴν Σάμον,
\n\n然而,萨摩斯人中有一些不愿屈服而逃往大陆的人,他们与城中权力最大的人以及当时统治萨迪斯(萨尔迪斯)的许斯塔斯佩斯之子皮苏特内斯结成联盟,并招募了大约七百名雇佣兵,在夜色掩护下渡海回到萨摩斯。
§1.115.5καὶ πρῶτον μὲν τῷ δήμῳ ἐπανέστησαν καὶ ἐκράτησαν τῶν πλείστων, ἔπειτα τοὺς ὁμήρους ἐκκλέψαντες ἐκ Λήμνου τοὺς αὑτῶν ἀπέστησαν, καὶ τοὺς φρουροὺς τοὺς Ἀθηναίων καὶ τοὺς ἄρχοντας οἳ ἦσαν παρὰ σφίσιν ἐξέδοσαν Πισσούθνῃ, ἐπί τε Μίλητον εὐθὺς παρεσκευάζοντο στρατεύειν.
\n\n他们首先对平民发动暴动,并控制了其中的大部分人;接着,他们从雷姆诺斯岛偷回了自己的平民人质,宣布叛乱,并将他们那里的雅典守备队和官吏移交给皮苏特内斯;随后,他们立即准备对米利都发动远征。
ξυναπέστησαν δ’ αὐτοῖς καὶ Βυζάντιοι.
拜占庭人也随他们一同叛乱。