§1.114.1μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον Εὔβοια ἀπέστη ἀπὸ Ἀθηναίων, καὶ ἐς αὐτὴν διαβεβηκότος ἤδη Περικλέους στρατιᾷ Ἀθηναίων ἠγγέλθη αὐτῷ ὅτι Μέγαρα ἀφέστηκε καὶ Πελοποννήσιοι μέλλουσιν ἐσβαλεῖν ἐς τὴν Ἀττικὴν καὶ οἱ φρουροὶ Ἀθηναίων διεφθαρμένοι εἰσὶν ὑπὸ Μεγαρέων, πλὴν ὅσοι ἐς Νίσαιαν ἀπέφυγον·
Not long after this, Euboea revolted from the Athenians. When Pericles had already crossed over to it with an Athenian army, news was brought to him that Megara had revolted, that the Peloponnesians were about to invade Attica, and that the Athenian garrisons had been destroyed by the Megarians, except for those who had fled to Nisaea.
ἐπαγαγόμενοι δὲ Κορινθίους καὶ Σικυωνίους καὶ Ἐπιδαυρίους ἀπέστησαν οἱ Μεγαρῆς.
The Megarians had revolted after calling to their aid the Corinthians, Sicyonians, and Epidaurians.
ὁ δὲ Περικλῆς πάλιν κατὰ τάχος ἐκόμιζε τὴν στρατιὰν ἐκ τῆς Εὐβοίας.
So Pericles in all haste brought the army back from Euboea.
§1.114.2καὶ μετὰ τοῦτο οἱ Πελοποννήσιοι τῆς Ἀττικῆς ἐς Ἐλευσῖνα καὶ Θριῶζε ἐσβαλόντες ἐδῄωσαν Πλειστοάνακτος τοῦ Παυσανίου βασιλέως Λακεδαιμονίων ἡγουμένου, καὶ τὸ πλέον οὐκέτι προελθόντες ἀπεχώρησαν ἐπ’ οἴκου.
After this, the Peloponnesians, under the command of Pleistoanax, son of Pausanias, king of the Lacedaemonians, invaded Attica as far as Eleusis and the Thriasian plain and ravaged it, and without advancing any further, they withdrew homeward.
§1.114.3καὶ Ἀθηναῖοι πάλιν ἐς Εὔβοιαν διαβάντες Περικλέους στρατηγοῦντος κατεστρέψαντο πᾶσαν, καὶ τὴν μὲν ἄλλην ὁμολογίᾳ κατεστήσαντο, Ἑστιαιᾶς δὲ ἐξοικίσαντες αὐτοὶ τὴν γῆν ἔσχον.
And the Athenians, having crossed over again to Euboea under the command of Pericles, subjugated the whole of it; and while they settled the rest of the island by treaty, they expelled the Hestiaeans and occupied their land themselves.