§1.113.1καὶ χρόνου ἐγγενομένου μετὰ ταῦτα Ἀθηναῖοι, Βοιωτῶν τῶν φευγόντων ἐχόντων Ὀρχομενὸν καὶ Χαιρώνειαν καὶ ἄλλ’ ἄττα χωρία τῆς Βοιωτίας, ἐστράτευσαν ἑαυτῶν μὲν χιλίοις ὁπλίταις, τῶν δὲ ξυμμάχων ὡς ἑκάστοις ἐπὶ τὰ χωρία ταῦτα πολέμια ὄντα, Τολμίδου τοῦ Τολμαίου στρατηγοῦντος.
此后不久,由于流亡的波奥提亚人占领了奥尔霍迈诺斯、凯罗尼亚以及波奥提亚的其他一些地方,雅典人在托尔迈奥斯之子托尔米德的指挥下,率领自己的一千名重装步兵和各盟国分别提供的兵力,向这些已变得敌对的地方发动了远征。
καὶ Χαιρώνειαν ἑλόντες καὶ ἀνδραποδίσαντες ἀπεχώρουν φυλακὴν καταστήσαντες.
他们攻占了凯罗尼亚并将居民卖为奴隶,随后在部署了守备队后开始撤退。
§1.113.2πορευομένοις δ’ αὐτοῖς ἐν Κορωνείᾳ ἐπιτίθενται οἵ τε ἐκ τῆς Ὀρχομενοῦ φυγάδες Βοιωτῶν καὶ Λοκροὶ μετ’ αὐτῶν καὶ Εὐβοέων φυγάδες καὶ ὅσοι τῆς αὐτῆς γνώμης ἦσαν, καὶ μάχῃ κρατήσαντες τοὺς μὲν διέφθειραν τῶν Ἀθηναίων, τοὺς δὲ ζῶντας ἔλαβον.
然而,当他们在向科罗尼亚进军时,来自奥尔霍迈诺斯的波奥提亚流亡者、与他们在一起的洛克里斯人、优波亚的流亡者以及所有志同道合的人袭击了他们;并在战斗中击败了雅典人,杀死了一部分人,活捉了其余的人。
§1.113.3καὶ τὴν Βοιωτίαν ἐξέλιπον Ἀθηναῖοι πᾶσαν, σπονδὰς ποιησάμενοι ἐφ’ ᾧ τοὺς ἄνδρας κομιοῦνται.
于是雅典人以换回被俘人员为条件缔结了协定,撤出了整个波奥提亚。
§1.113.4καὶ οἱ φεύγοντες Βοιωτῶν κατελθόντες καὶ οἱ ἄλλοι πάντες αὐτόνομοι πάλιν ἐγένοντο.
这样,流亡的波奥提亚人得以重返家园,其他所有人也重新恢复了自治。