§1.104.1Ἰνάρως δὲ ὁ Ψαμμητίχου, Λίβυς, βασιλεὺς Λιβύων τῶν πρὸς Αἰγύπτῳ, ὁρμώμενος ἐκ Μαρείας τῆς ὑπὲρ Φάρου πόλεως ἀπέστησεν Αἰγύπτου τὰ πλείω ἀπὸ βασιλέως Ἀρταξέρξου, καὶ αὐτὸς ἄρχων γενόμενος Ἀθηναίους ἐπηγάγετο.
普萨美提克之子、利比亚人伊纳罗斯是靠近埃及的利比亚人的国王。 他从法罗斯岛后方的城市马里亚发动起义,使埃及的大部分地区背叛了国王阿尔塔薛西斯;他自己成了统治者后,便请雅典人前来协助。
§1.104.2οἱ δέ (ἔτυχον γὰρ ἐς Κύπρον στρατευόμενοι ναυσὶ διακοσίαις αὑτῶν τε καὶ τῶν ξυμμάχων) ἦλθον ἀπολιπόντες τὴν Κύπρον, καὶ ἀναπλεύσαντες ἀπὸ θαλάσσης ἐς τὸν Νεῖλον τοῦ τε ποταμοῦ κρατοῦντες καὶ τῆς Μέμφιδος τῶν δύο μερῶν πρὸς τὸ τρίτον μέρος ὃ καλεῖται Λευκὸν τεῖχος ἐπολέμουν·
雅典人(当时他们正率领自己同盟国的两百艘战船远征塞浦路斯)便离开塞浦路斯前来,他们从大海驶入尼罗河,溯流而上,在控制了河流以及孟菲斯的三分之二之后,向被称为“白城”的其余三分之一地区发动进攻。
ἐνῆσαν δὲ αὐτόθι Περσῶν καὶ Μήδων οἱ καταφυγόντες καὶ Αἰγυπτίων οἱ μὴ ξυναποστάντες.
那里有逃往该处的波斯人和米底人,以及未参与叛乱的埃及人。