§1.104.1Ἰνάρως δὲ ὁ Ψαμμητίχου, Λίβυς, βασιλεὺς Λιβύων τῶν πρὸς Αἰγύπτῳ, ὁρμώμενος ἐκ Μαρείας τῆς ὑπὲρ Φάρου πόλεως ἀπέστησεν Αἰγύπτου τὰ πλείω ἀπὸ βασιλέως Ἀρταξέρξου, καὶ αὐτὸς ἄρχων γενόμενος Ἀθηναίους ἐπηγάγετο.
Inaros, the son of Psammetichus, a Libyan and king of the Libyans bordering on Egypt, starting from Marea, the city inland from Pharos, caused the greater part of Egypt to revolt from King Artaxerxes, and having himself become ruler, called in the Athenians to help.
§1.104.2οἱ δέ (ἔτυχον γὰρ ἐς Κύπρον στρατευόμενοι ναυσὶ διακοσίαις αὑτῶν τε καὶ τῶν ξυμμάχων) ἦλθον ἀπολιπόντες τὴν Κύπρον, καὶ ἀναπλεύσαντες ἀπὸ θαλάσσης ἐς τὸν Νεῖλον τοῦ τε ποταμοῦ κρατοῦντες καὶ τῆς Μέμφιδος τῶν δύο μερῶν πρὸς τὸ τρίτον μέρος ὃ καλεῖται Λευκὸν τεῖχος ἐπολέμουν· ἐνῆσαν δὲ αὐτόθι Περσῶν καὶ Μήδων οἱ καταφυγόντες καὶ Αἰγυπτίων οἱ μὴ ξυναποστάντες.
And they (for they happened to be campaigning against Cyprus with two hundred ships of their own and of their allies) left Cyprus and came, and sailing up from the sea into the Nile, and getting control of the river and of two parts of Memphis, they pressed the war against the third part, which is called the White Wall; and there were in it those of the Persians and Medes who had fled thither for refuge, and those of the Egyptians who had not joined in the revolt.