§1.105.1Ἀθηναίοις δὲ ναυσὶν ἀποβᾶσιν ἐς Ἁλιᾶς πρὸς Κορινθίους καὶ Ἐπιδαυρίους μάχη ἐγένετο, καὶ ἐνίκων Κορίνθιοι.
雅典人乘船在哈利亚斯登陆,与科林斯人和埃皮达鲁斯人发生战斗,科林斯人获胜。
καὶ ὕστερον Ἀθηναῖοι ἐναυμάχησαν ἐπὶ Κεκρυφαλείᾳ Πελοποννησίων ναυσί, καὶ ἐνίκων Ἀθηναῖοι.
后来,雅典人在塞克里法利亚附近与伯罗奔尼撒人的船只进行海战,雅典人获胜。
§1.105.2πολέμου δὲ καταστάντος πρὸς Αἰγινήτας Ἀθηναίοις μετὰ ταῦτα ναυμαχία γίγνεται ἐπ᾽ Αἰγίνῃ μεγάλη Ἀθηναίων καὶ Αἰγινητῶν, καὶ οἱ ξύμμαχοι ἑκατέροις παρῆσαν, καὶ ἐνίκων Ἀθηναῖοι καὶ ναῦς ἑβδομήκοντα λαβόντες αὐτῶν ἐς τὴν γῆν ἀπέβησαν καὶ ἐπολιόρκουν, Λεωκράτους τοῦ Στροίβου στρατηγοῦντος.
此后,雅典人与埃伊纳人爆发战争,在埃伊纳附近发生了一场雅典人与埃伊纳人之间的大规模海战,双方的盟友也都参战。 雅典人获得了胜利,俘获了对方七十艘战船,并登陆该岛展开围攻,由斯特罗伊博斯之子莱奥克拉底担任将军。
§1.105.3ἔπειτα Πελοποννήσιοι ἀμύνειν βουλόμενοι Αἰγινήταις ἐς μὲν τὴν Αἴγιναν τριακοσίους ὁπλίτας πρότερον Κορινθίων καὶ Ἐπιδαυρίων ἐπικούρους διεβίβασαν, τὰ δὲ ἄκρα τῆς Γερανείας κατέλαβον καὶ ἐς τὴν Μεγαρίδα κατέβησαν Κορίνθιοι μετὰ τῶν ξυμμάχων, νομίζοντες ἀδυνάτους ἔσεσθαι Ἀθηναίους βοηθεῖν τοῖς Μεγαρεῦσιν ἔν τε Αἰγίνῃ ἀπούσης στρατιᾶς πολλῆς καὶ ἐν Αἰγύπτῳ· ἢν δὲ καὶ βοηθῶσιν, ἀπ’ Αἰγίνης ἀναστήσεσθαι αὐτούς.
随后,伯罗奔尼撒人为了援助埃伊纳人,先将先前由科林斯人和埃皮达鲁斯人派遣的三百名重装步兵辅助军渡送至埃伊纳;接着,科林斯人及其盟友占领了杰拉尼亚的山顶,并进入麦加拉领土,他们认为由于雅典的大批军队远在埃伊纳和埃及,雅典人将无力援助麦加拉人;而如果雅典人前去援助,他们就不得不从埃伊纳撤军。
§1.105.4οἱ δὲ Ἀθηναῖοι τὸ μὲν πρὸς Αἰγίνῃ στράτευμα οὐκ ἐκίνησαν, τῶν δ’ ἐκ τῆς πόλεως ὑπολοίπων οἵ τε πρεσβύτατοι καὶ οἱ νεώτατοι ἀφικνοῦνται ἐς τὰ Μέγαρα Μυρωνίδου στρατηγοῦντος.
但雅典人并没有调动在埃伊纳的军队,而是由留在城内的最年长和最年轻的预备役人员在米罗尼德斯的统率下前往麦加拉。
§1.105.5καὶ μάχης γενομένης ἰσορρόπου πρὸς Κορινθίους διεκρίθησαν ἀπ’ ἀλλήλων, καὶ ἐνόμισαν αὐτοὶ ἑκάτεροι οὐκ ἔλασσον ἔχειν ἐν τῷ ἔργῳ.
在与科林斯人进行了一场势均力敌的战斗后,双方各自撤兵,并且双方都认为自己在这次战斗中没有处于劣势。
§1.105.6καὶ οἱ μὲν Ἀθηναῖοι (ἐκράτησαν γὰρ ὅμως μᾶλλον) ἀπελθόντων τῶν Κορινθίων τροπαῖον ἔστησαν· οἱ δὲ Κορίνθιοι κακιζόμενοι ὑπὸ τῶν ἐν τῇ πόλει πρεσβυτέρων καὶ παρασκευασάμενοι, ἡμέραις ὕστερον δώδεκα μάλιστα ἐλθόντες ἀνθίστασαν τροπαῖον καὶ αὐτοὶ ὡς νικήσαντες.
雅典人(因为他们毕竟还是占了上风)在科林斯人撤走后立起了战功碑;而科林斯人在城内的长辈指责下,重新作好准备,大约十二天后前来,自己也立起了一个战功碑,以此表示自己才是胜利者。
καὶ οἱ Ἀθηναῖοι ἐκβοηθήσαντες ἐκ τῶν Μεγάρων τούς τε τὸ τροπαῖον ἱστάντας διαφθείρουσι καὶ τοῖς ἄλλοις ξυμβαλόντες ἐκράτησαν.
雅典人从麦加拉出击,杀死了正在立战功碑的人,并与其余的人交战,击败了他们。