§1.103.1οἱ δ’ ἐν Ἰθώμῃ δεκάτῳ ἔτει, ὡς οὐκέτι ἐδύναντο ἀντέχειν, ξυνέβησαν πρὸς τοὺς Λακεδαιμονίους ἐφ’ ᾧ ἐξίασιν ἐκ Πελοποννήσου ὑπόσπονδοι καὶ μηδέποτε ἐπιβήσονται αὐτῆς· ἢν δέ τις ἁλίσκηται, τοῦ λαβόντος εἶναι δοῦλον.
在此期间,在伊托梅山那些人到了第十年,由于再也无法坚持下去,便与拉栖代梦人达成协议,条件是他们要在停战协定下离开伯罗奔尼撒,并且永远不再踏足该地;如果有人被捕,他将成为捕获者的奴隶。
§1.103.2ἦν δέ τι καὶ χρηστήριον τοῖς Λακεδαιμονίοις Πυθικὸν πρὸ τοῦ, τὸν ἱκέτην τοῦ Διὸς τοῦ Ἰθωμήτα ἀφιέναι.
在此之前,拉栖代梦人曾得到过一条皮托的预言,即放行伊托梅山的宙斯的朝圣者。
§1.103.3ἐξῆλθον δὲ αὐτοὶ καὶ παῖδες καὶ γυναῖκες, καὶ αὐτοὺς οἱ Ἀθηναῖοι δεξάμενοι κατ’ ἔχθος ἤδη τὸ Λακεδαιμονίων ἐς Ναύπακτον κατῴκισαν, ἣν ἔτυχον ᾑρηκότες νεωστὶ Λοκρῶν τῶν Ὀζολῶν ἐχόντων.
于是,他们本人以及妇女和儿童便离开了。 雅典人由于当时已对拉栖代梦人怀有敌意,便接纳了他们,并让他们定居在瑙帕克托斯;这地方是雅典人最近刚从占领它的奥佐利亚洛克里人手中夺取过来的。
§1.103.4προσεχώρησαν δὲ καὶ Μεγαρῆς Ἀθηναίοις ἐς ξυμμαχίαν Λακεδαιμονίων ἀποστάντες, ὅτι αὐτοὺς Κορίνθιοι περὶ γῆς ὅρων πολέμῳ κατεῖχον·
此外,墨伽拉人也脱离了拉栖代梦人,加入了雅典人的同盟,因为科林斯人在一场关于边界领土的战争中对他们步步紧逼。
καὶ ἔσχον Ἀθηναῖοι Μέγαρα καὶ Πηγάς, καὶ τὰ μακρὰ τείχη ᾠκοδόμησαν Μεγαρεῦσι τὰ ἀπὸ τῆς πόλεως ἐς Νίσαιαν καὶ ἐφρούρουν αὐτοί.
因此,雅典人占领了墨伽拉和佩盖,并为墨伽拉人修建了从市区通往尼塞亚的长墙,并由雅典人自己驻守。
καὶ Κορινθίοις μὲν οὐχ ἥκιστα ἀπὸ τοῦδε τὸ σφοδρὸν μῖσος ἤρξατο πρῶτον ἐς Ἀθηναίους γενέσθαι.
而科林斯人对雅典人产生的强烈仇恨,最初主要就是从这件事开始的。