§1.10.1καὶ ὅτι μὲν Μυκῆναι μικρὸν ἦν, ἢ εἴ τι τῶν τότε πόλισμα νῦν μὴ ἀξιόχρεων δοκεῖ εἶναι, οὐκ ἀκριβεῖ ἄν τις σημείῳ χρώμενος ἀπιστοίη μὴ γενέσθαι τὸν στόλον τοσοῦτον ὅσον οἵ τε ποιηταὶ εἰρήκασι καὶ ὁ λόγος κατέχει.
而且,虽然迈锡尼很小,或者当时某些城镇现在显得微不足道,但人们不应该因为使用不准确的证据,就怀疑这次远征并没有诗人们所说以及传说所流传的那样大。
§1.10.2Λακεδαιμονίων γὰρ εἰ ἡ πόλις ἐρημωθείη, λειφθείη δὲ τά τε ἱερὰ καὶ τῆς κατασκευῆς τὰ ἐδάφη, πολλὴν ἂν οἶμαι ἀπιστίαν τῆς δυνάμεως προελθόντος πολλοῦ χρόνου τοῖς ἔπειτα πρὸς τὸ κλέος αὐτῶν εἶναι (καίτοι Πελοποννήσου τῶν πέντε τὰς δύο μοίρας νέμονται, τῆς τε ξυμπάσης ἡγοῦνται καὶ τῶν ἔξω ξυμμάχων πολλῶν· ὅμως δὲ οὔτε ξυνοικισθείσης πόλεως οὔτε ἱεροῖς καὶ κατασκευαῖς πολυτελέσι χρησαμένης, κατὰ κώμας δὲ τῷ παλαιῷ τῆς Ἑλλάδος τρόπῳ οἰκισθείσης, φαίνοιτ’ ἂν ὑποδεεστέρα), Ἀθηναίων δὲ τὸ αὐτὸ τοῦτο παθόντων διπλασίαν ἂν τὴν δύναμιν εἰκάζεσθαι ἀπὸ τῆς φανερᾶς ὄψεως τῆς πόλεως ἢ ἔστιν.
因为,如果拉刻代蒙人的城市变得荒凉,只留下神殿和建筑物的地基,我想在过了很久以后,后世的人们对照他们的名声,会对他们的力量产生极大的怀疑(尽管他们占领了伯罗奔尼撒五分之二的土地,统领着整个半岛以及许多外部盟国;然而,由于他们的城市既没有集中建设,也没有使用昂贵的神殿和建筑,而是按照希腊古老的方式以村落的形式居住,因而会显得比较逊色);但如果雅典人遭遇同样的命运,人们从城市显现出来的外表来推测,其力量就会比实际的大一倍。
§1.10.3οὔκουν ἀπιστεῖν εἰκός, οὐδὲ τὰς ὄψεις τῶν πόλεων μᾶλλον σκοπεῖν ἢ τὰς δυνάμεις, νομίζειν δὲ τὴν στρατείαν ἐκείνην μεγίστην μὲν γενέσθαι τῶν πρὸ αὑτῆς, λειπομένην δὲ τῶν νῦν, τῇ Ὁμήρου αὖ ποιήσει εἴ τι χρὴ κἀνταῦθα πιστεύειν, ἣν εἰκὸς ἐπὶ τὸ μεῖζον μὲν ποιητὴν ὄντα κοσμῆσαι, ὅμως δὲ φαίνεται καὶ οὕτως ἐνδεεστέρα.
因此,我们不应该怀疑,也不应该看重城市的外表胜过其力量,而应该认为那次远征虽然是其之前最大的一次,但仍不及现在的规模——如果在这一点上我们也必须在某种程度上相信荷马的诗作的话;作为诗人,他很可能会夸大并美化它,但即使如此,它看起来仍然是逊色的。
§1.10.4πεποίηκε γὰρ χιλίων καὶ διακοσίων νεῶν τὰς μὲν Βοιωτῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν, τὰς δὲ Φιλοκτήτου πεντήκοντα, δηλῶν, ὡς ἐμοὶ δοκεῖ, τὰς μεγίστας καὶ ἐλαχίστας· ἄλλων γοῦν μεγέθους πέρι ἐν νεῶν καταλόγῳ οὐκ ἐμνήσθη.
因为在千二百艘船只中,他描述波奥提亚人的船只载有一百二十人,而菲罗克忒忒斯的船只载有五十人,在我看来,这展示了最大和最小的船只;至少在船只名录中他没有提到其他船只的大小。
αὐτερέται δὲ ὅτι ἦσαν καὶ μάχιμοι πάντες, ἐν ταῖς Φιλοκτήτου ναυσὶ δεδήλωκεν· τοξότας γὰρ πάντας πεποίηκε τοὺς προσκώπους.
至于所有人既是桨手又是战士,他在菲罗克忒忒斯的船只中已经表明了,因为他把所有的桨手都描述成了弓箭手。
περίνεως δὲ οὐκ εἰκὸς πολλοὺς ξυμπλεῖν ἔξω τῶν βασιλέων καὶ τῶν μάλιστα ἐν τέλει, ἄλλως τε καὶ μέλλοντας πέλαγος περαιώσεσθαι μετὰ σκευῶν πολεμικῶν, οὐδ’ αὖ τὰ πλοῖα κατάφαρκτα ἔχοντας, ἀλλὰ τῷ παλαιῷ τρόπῳ λῃστικώτερον παρεσκευασμένα.
此外,除了国王和最高官职的人之外,不太可能有许多不直接参战的随行人员同船,特别是他们还要携带军需装备横渡公海,而且他们的船只没有甲板,而是按照古老的方式,装备得更像海盗船。
§1.10.5πρὸς τὰς μεγίστας δ’ οὖν καὶ ἐλαχίστας ναῦς τὸ μέσον σκοποῦντι οὐ πολλοὶ φαίνονται ἐλθόντες, ὡς ἀπὸ πάσης τῆς Ἑλλάδος κοινῇ πεμπόμενοι.
无论如何,对于根据最大和最小船只的平均值来计算的人来说,考虑到这是从整个希腊联合派出的,参与远征的人数看起来并不多。