§1.9.1Ἀγαμέμνων τέ μοι δοκεῖ τῶν τότε δυνάμει προύχων καὶ οὐ τοσοῦτον τοῖς Τυνδάρεω ὅρκοις κατειλημμένους τοὺς Ἑλένης μνηστῆρας ἄγων τὸν στόλον ἀγεῖραι.
在我看来,阿伽门农之所以能召集这次远征军,是因为他在当时的势力中脱颖而出,而不仅仅是因为他率领着那些受制于对廷达瑞奥斯誓言的海伦的求婚者们。
§1.9.2λέγουσι δὲ καὶ οἱ τὰ σαφέστατα Πελοποννησίων μνήμῃ παρὰ τῶν πρότερον δεδεγμένοι Πέλοπά τε πρῶτον πλήθει χρημάτων, ἃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐς ἀνθρώπους ἀπόρους, δύναμιν περιποιησάμενον τὴν ἐπωνυμίαν τῆς χώρας ἔπηλυν ὄντα ὅμως σχεῖν, καὶ ὕστερον τοῖς ἐκγόνοις ἔτι μείζω ξυνενεχθῆναι, Εὐρυσθέως μὲν ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ, καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτ᾽ ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ (τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον), καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότα τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχε τὴν βασιλείαν Ἀτρέα παραλαβεῖν, καὶ τῶν Περσειδῶν τοὺς Πελοπίδας μείζους καταστῆναι.
而那些通过记忆从前辈那里获得关于伯罗奔尼撒人最确切传闻的人也说,起初佩洛普斯凭借他从亚洲带给贫困人民的巨额财富获得了权力,尽管他是个外来者,却仍然成功地用自己的名字命名了这片土地;后来,他的子孙们获得了更大的发展,这是因为欧律斯透斯在阿提卡被赫拉克勒斯后裔所杀,而阿特柔斯是他的舅舅,欧律斯透斯在出征时由于亲戚关系将迈锡尼和统治权委托给了阿特柔斯(当时阿特柔斯因克律西波斯之死而正躲避其父亲的追捕),当欧律斯透斯未能生还时,由于迈锡尼人也因害怕赫拉克勒斯后裔而表示同意,同时由于阿特柔斯显得很有势力,并且赢得了迈锡尼人以及所有欧律斯透斯统治下的大众的人心,阿特柔斯便继承了王位,从而使佩洛普斯家族的力量超过了珀尔修斯家族。
§1.9.3ἅ μοι δοκεῖ Ἀγαμέμνων παραλαβὼν καὶ ναυτικῷ [τε] ἅμα ἐπὶ πλέον τῶν ἄλλων ἰσχύσας, τὴν στρατείαν οὐ χάριτι τὸ πλέον ἢ φόβῳ ξυναγαγὼν ποιήσασθαι.
在我看来,继承了这些并同时在海军力量上比其他人更为强大的阿伽门农,并非出于友好,而更多是出于畏惧,才将这支远征军聚集起来并进行了这次征伐。
§1.9.4φαίνεται γὰρ ναυσί τε πλείσταις αὐτὸς ἀφικόμενος καὶ Ἀρκάσι προσπαρασχών, ὡς Ὅμηρος τοῦτο δεδήλωκεν, εἴ τῳ ἱκανὸς τεκμηριῶσαι.
因为,正如荷马所表明的那样(如果有人认为他足以作为证据的话),他自己率领了最多的船只到来,并且额外为阿卡迪亚人提供了船只。
καὶ ἐν τοῦ σκήπτρου ἅμα τῇ παραδόσει εἴρηκεν αὐτὸν
"
πολλῇσι νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·
而且在关于传递王笏的诗句中,荷马也曾提到他: "统治着众多的岛屿和整个阿耳戈斯。
"
οὐκ ἂν οὖν νήσων ἔξω τῶν περιοικίδων (αὗται δὲ οὐκ ἂν πολλαὶ εἶεν) ἠπειρώτης ὢν ἐκράτει, εἰ μή τι καὶ ναυτικὸν εἶχεν.
"因此,他作为一个大陆居民,如果不是拥有一定的海军力量,是不可能统治除了周围邻近岛屿(这些岛屿不会很多)以外的其他岛屿的。
εἰκάζειν δὲ χρὴ καὶ ταύτῃ τῇ στρατείᾳ οἷα ἦν τὰ πρὸ αὐτῆς.
我们应当根据这次远征来推测此前的远征是怎样的规模。