§1.11.1αἴτιον δ’ ἦν οὐχ ἡ ὀλιγανθρωπία τοσοῦτον ὅσον ἡ ἀχρηματία.
而其原因与其说是人口稀少,不如说是资金不足。
τῆς γὰρ τροφῆς ἀπορίᾳ τόν τε στρατὸν ἐλάσσω ἤγαγον καὶ ὅσον ἤλπιζον αὐτόθεν πολεμοῦντα βιοτεύσειν, ἐπειδὴ δὲ ἀφικόμενοι μάχῃ ἐκράτησαν (δῆλον δέ·
因为缺乏粮食,他们带去的军队规模较小,仅限于他们预期能在当地边作战边自给自足的规模。
τὸ γὰρ ἔρυμα τῷ στρατοπέδῳ οὐκ ἂν ἐτειχίσαντο), φαίνονται δ’ οὐδ’ ἐνταῦθα πάσῃ τῇ δυνάμει χρησάμενοι, ἀλλὰ πρὸς γεωργίαν τῆς Χερσονήσου τραπόμενοι καὶ λῃστείαν τῆς τροφῆς ἀπορίᾳ.
而且,在到达并通过战斗取得胜利之后(这一点很明显,因为否则他们就不会为营地筑起防御工事),他们在这时似乎也并未动用全部力量,而是由于缺乏粮食,转去赫尔松涅斯务农和进行掠夺。
ᾗ καὶ μᾶλλον οἱ Τρῶες αὐτῶν διεσπαρμένων τὰ δέκα ἔτη ἀντεῖχον βίᾳ, τοῖς αἰεὶ ὑπολειπομένοις ἀντίπαλοι ὄντες.
正是因为他们分散了兵力,特洛伊人才能在十年间凭借武力抗衡,与那些随时留守的希腊人势均力敌,坚持了下来。
§1.11.2περιουσίαν δὲ εἰ ἦλθον ἔχοντες τροφῆς καὶ ὄντες ἁθρόοι ἄνευ λῃστείας καὶ γεωργίας ξυνεχῶς τὸν πόλεμον διέφερον, ῥᾳδίως ἂν μάχῃ κρατοῦντες εἷλον, οἵ γε καὶ οὐχ ἁθρόοι, ἀλλὰ μέρει τῷ αἰεὶ παρόντι ἀντεῖχον, πολιορκίᾳ δ’ ἂν προσκαθεζόμενοι ἐν ἐλάσσονί τε χρόνῳ καὶ ἀπονώτερον τὴν Τροίαν εἷλον.
如果他们带着充足的粮食前来,并且全军集结,在不进行掠夺和务农的情况下连续不断地进行战争,那么他们凭战斗的胜利就能轻易攻陷它;既然在不集中兵力、仅靠随时在场的部分兵力的情况下他们都能坚守,那么如果他们坐下来进行围攻,本可以在更短的时间内、更省力地攻克特洛伊。
ἀλλὰ δι’ ἀχρηματίαν τά τε πρὸ τούτων ἀσθενῆ ἦν καὶ αὐτά γε δὴ ταῦτα, ὀνομαστότατα τῶν πρὶν γενόμενα, δηλοῦται τοῖς ἔργοις ὑποδεέστερα ὄντα τῆς φήμης καὶ τοῦ νῦν περὶ αὐτῶν διὰ τοὺς ποιητὰς λόγου κατεσχηκότος· §1.11.3ἀλλὰ δι’ ἀχρηματίαν τά τε πρὸ τούτων ἀσθενῆ ἦν καὶ αὐτά γε δὴ ταῦτα, ὀνομαστότατα τῶν πρὶν γενόμενα, δηλοῦται τοῖς ἔργοις ὑποδεέστερα ὄντα τῆς φήμης καὶ τοῦ νῦν περὶ αὐτῶν διὰ τοὺς ποιητὰς λόγου κατεσχηκότος·
但是,由于资金不足,不仅在此之前的行动微弱无力,而且即使是这件在以往行动中最著名的事件本身,通过其实际事迹也表明,它不及它的名声以及由于诗人们而流传至今关于它的传说。