§2.1Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ >λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου<, αἰτιῶ σαυτόν·
もしあなたが聖書を読んでいるとき、良き『つまずきの石、妨げの岩』である意味につまずくことがあれば、自分自身を責めなさい。
μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«.
なぜなら、このつまずきの石と妨げの岩が、言われていること、すなわち『そして、信じる者は失望させられることがない』が実現するような意味を含んでいることについて、絶望してはならないからである。
πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν.
まず信じなさい、そうすれば、つまずきと思われるものの下に、多くの聖なる有益さを見出すであろう。
εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν >ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως<, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούσουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν;
なぜなら、もし私たちが、裁きの日においてそれについて弁明をすることになる者として、無駄な言葉を語ってはならないという命令を受け、また、私たちの口から出るすべての言葉が、それを語る私たち自身においても、それを聞くことになる人々においても、働くようにすることに、力の及ぶ限り努めているとすれば、預言者たちについては、彼らの口を通して語られたすべての言葉が働く力を持つものであった、と考えるべきではないだろうか。
καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι.
そして、預言者たちによって語られたすべての言葉が、その言葉にふさわしい働きを成し遂げたとしても、驚くべきことではない。
ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται.
だが実のところ、私は、神の託宣に記されたすべての驚くべき文字もまた働くのだと考える。
καὶ οὐκ ἔστιν »ἰῶτα ἓν ἢ μία κεραία« γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.
そして、聖書に記された『一画、一文字』たりとも、文字の力を利用することを知っている人々に対して、それ自体の働きを成し遂げないものはない。
§2.2Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει | δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὁτιδήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστι χρήσιμος, ἀλλ᾿ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἰδῶσι καὶ πότε παραλαμανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον, οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τὴν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅ, τι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων.
薬草において、それぞれが体の健康のためであれ、何のためであれ、何らかの力を持っているが、それぞれの薬草が何に役立つかを知ることは誰にでもできるわけではなく、もし知識を得た人々がいるとすれば、それは、用いる人を益するために、それがいつ摂取され、体のどこに塗布され、どのように調合されればよいかを知るべく、薬草に関わることに時間を費やす人々である。 そのように、聖なる人は、いわば霊的な薬草学者であり、聖なる書物からすべての一画やどんな些細な文字をも拾い集め、その文字の力と、それが何に役立つか、そして記されたもののうち無駄なものは何一つないということを発見するのである。
εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχωίτου θεοῦ γεγένηται·
もしあなたがこれについて第二の例をも聞きたいと望むなら、私たちの体の各器官は、職人なる神によって、何らかの働きのために造られたのである。
ἀλλ᾿ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ εκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία.
しかし、各器官の、最も些細なものに至るまでの力や用途が何であるかを知ることは、すべての人にできることではない。
οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγματευσάμενοι τῶν ἰατρῶν δύναυται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον, εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται.
なぜなら、解剖に取り組んだ医師たちこそが、最も小さな部分に至るまでそれぞれが摂理によって何に役立つように造られたかを語ることができるからである。
νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας ἢ ἓν τέλειον λόγου σώμα·
それゆえ、私にとって聖書をもこの同じように、すべてが薬草であるか、あるいはロゴスのひとつの完全な体であると理解しなさい。
εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατομεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἑερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμμένων.
しかし、もしあなたが聖書の薬草学者でも、預言の言葉の解剖学者でもないのなら、記されたものの何かが無駄であると考えてはならず、むしろ、記されたものの意味を見出せないときには、聖なる書物ではなく、自分自身を責めなさい。
τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήσιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτρπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.
この序論は私によって、聖書全体に対して普遍的に有益であり得るものとして語られたのである。 それは、読書に注意を向けようと望む人々が、いかなる文字も調べず、探求せずに見過ごすことがないように促されるためである。