Humanitext Reader

俄利根 · 耶利米书残篇(源自《爱美集》) §2.1-2.2

经文细节中的深意与细致探求之必要

第 2 段,共 2 段 · 希腊语

内容简介

作者解释说,圣经中的任何一笔一画都不是多余的,为了理解其深远的益处,人们必须像草药医生和解剖学家研究各自领域那样精细地探究圣经。

§2.1Ἐάν ποτε ἀναγινώσκων τὴν γραφὴν προσκόψῃς νοήματι ὄντι καλῷ >λίθῳ προσκόμματος καὶ πέτρᾳ σκανδάλου<, αἰτιῶ σαυτόν· μὴ ἀπελπίσῃς γὰρ τὸν λίθον τοῦτον τοῦ προσκόμματος καὶ τὴν πέτραν τοῦ σκανδάλου ἔχειν νοήματα ὥστ᾿ ἂν γενέσθαι τὸ εἰρημένον· »καὶ ὁ πιστεύων οὐ καταισχυνθήσεται«.
如果你在阅读圣经时,因那作为美善的‘绊脚石和跌人磐石’的意义而跌倒,应当责备你自己;因为不要绝望,以为这绊脚石和跌人磐石不含有能够使那所说之话实现的意义:‘信靠的人必不至于羞愧。
πίστευσον πρῶτον, καὶ εὑρήσεις ὑπὸ τὸ νομιζόμενον σκάνδαλον πολλὴν ὠφέλειαν ἁγίαν.
’首先要相信,你就会在这所谓的绊脚石之下,发现极多神圣的有益之处。
εἰ γὰρ ἡμεῖς ἐντολὴν ἐλάβομεν μὴ λέγειν >ῥῆμα ἀργόν, ὡς δώσοντες περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως<, καὶ ὅση δύναμις φιλοτιμούμεθα πᾶν ῥῆμα τὸ ἐξιὸν ἐκ τοῦ στόματος ἡμῶν ποιεῖν ἐργάζεσθαι καὶ ἐν ἡμῖν τοῖς λέγουσι καὶ ἐν τοῖς ἀκούσουσι· τί χρὴ νοεῖν περὶ τῶν προφητῶν, ἢ ὅτι πᾶν ῥῆμα λαληθὲν διὰ τοῦ στόματος αὐτῶν ἐργατικὸν ἦν;
因为,如果我们受到了不可说闲话的诫命,作为在审判之日要为此申诉账目的人,并且在我们的能力范围内,努力使从我们口中说出的每一句话,在说话的我们自身以及听话的人身上都能发挥效力,那么关于先知,除了认为通过他们的口所说的每一句话都具有效力之外,我们还能怎么想呢?
καὶ οὐ θαυμαστόν, εἰ πᾶν [τὸ] ῥῆμα τὸ λαλούμενον ὑπὸ τῶν προφητῶν εἰργάζετο ἔργον τὸ πρέπον ῥήματι.
而且,如果由先知所说的每一句话都成就了与该话语相称的工作,这也没什么可惊奇的。
ἀλλὰ γὰρ οἶμαι ὅτι καὶ πᾶν θαυμάσιον γράμμα τὸ γεγραμμένον ἐν τοῖς λογίοις τοῦ θεοῦ ἐργάζεται.
但我实在认为,记录在上帝圣言中的每一个奇妙文字也都发挥着作用。
καὶ οὐκ ἔστιν »ἰῶτα ἓν ἢ μία κεραία« γεγραμμένη ἐν τῇ γραφῇ, ἥτις τοῖς ἐπισταμένοις χρῆσθαι τῇ δυνάμει τῶν γραμμάτων οὐκ ἐργάζεται τὸ ἑαυτῆς ἔργον.
而且圣经中记录的‘一画一之字’,对于那些懂得使用文字力量的人来说,没有一个不成就它自身工作的。
§2.2Ὥσπερ δὲ ἐπὶ τῶν βοτανῶν ἑκάστη μὲν ἔχει | δύναμιν εἴτε εἰς τὴν ὑγίειαν τῶν σωμάτων εἴτε εἰς ὁτιδήποτε, οὐ πάντων δέ ἐστιν ἐπίστασθαι εἰς ὃ ἑκάστη τῶν βοτανῶν ἐστι χρήσιμος, ἀλλ᾿ εἴ τινες ἐπιστήμην εἰλήφασιν, οὗτοι οἱ περὶ τὰς βοτάνας διατρίβοντες ἵνα εἰδῶσι καὶ πότε παραλαμανομένη καὶ ποῦ τῶν σωμάτων ἐπιτιθεμένη καὶ τίνα τρόπον σκευαζομένη ὀνίνησι τὸν χρώμενον, οὕτως οἱονεὶ βοτανικός τις πνευματικός ἐστιν ὁ ἅγιος, ἀναλεγόμενος ἀπὸ τῶν ἱερῶν γραμμάτων ἕκαστον ἰῶτα καὶ ἕκαστον τὸ τυχὸν στοιχεῖον, καὶ εὑρίσκων τὴν δύναμιν τοῦ γράμματος, καὶ εἰς ὅ, τι ἐστὶ χρήσιμον, καὶ ὅτι οὐδὲν παρέλκει τῶν γεγραμμένων.
正如在草药中,每一种确实都有针对身体健康或针对任何其他事情的力量,但并非所有人都能明白每一种草药对什么有用,但如果有人获得了这种知识,他们就是那些在草药周围花费时间的人,以便知道它何时被摄入、被施加在身体的何处以及以何种方式调制能使使用者获益,同样地,圣徒就如同属灵的草药医生,从圣书之中收集每一笔画和每一个微不足道的字母,并发现文字的力量、它对什么有用,以及所记录之物没有一样是多余的。
εἰ δὲ βούλει καὶ δευτέρου ἀκοῦσαι εἰς τοῦτο παραδείγματος, ἕκαστον μέλος τοῦ σώματος ἡμῶν ἐπί τινι ἔργῳ ὑπὸ τοῦ τεχωίτου θεοῦ γεγένηται· ἀλλ᾿ οὐ πάντων ἐστὶν εἰδέναι τίς ἡ εκάστου τῶν μελῶν μέχρι τῶν τυχόντων δύναμις καὶ χρεία.
如果你愿意听关于此事的第二个例子:我们身体的每一个器官都是由作为工匠的上帝为了某种工作而创造的;但并非所有人都能知道每一个器官(哪怕是微不足道的器官)的力量和用途是什么。
οἱ γὰρ περὶ τὰς ἀνατομὰς πραγματευσάμενοι τῶν ἰατρῶν δύναυται λέγειν ἕκαστον καὶ τὸ ἐλάχιστον μόριον, εἰς τί χρήσιμον ὑπὸ τῆς προνοίας γεγένηται.
因为医生中那些从事解剖学研究的人,甚至能够说出最微小的部分,它是为了什么有用的目的而被神圣的摄理所创造的。
νόει μοι τοίνυν καὶ τὰς γραφὰς τοῦτον τὸν τρόπον πάσας βοτάνας ἢ ἓν τέλειον λόγου σώμα· εἰ δὲ σὺ μήτε βοτανικὸς εἶ τῶν γραφῶν μήτε ἀνατομεὺς εἶ τῶν προφητικῶν λόγων, μὴ νόμιζε παρέλκειν τι τῶν γεγραμμένων, ἀλλὰ σαυτὸν μᾶλλον ἢ τὰ ἑερὰ γράμματα αἰτιῶ, ὅτε μὴ εὑρίσκεις τὸν λόγον τῶν γεγραμμένων.
因此,请为我将圣经也以这种方式来理解:它们全部都是草药,或是道的一个完美身体;但如果你既不是圣经的草药学者,也不是先知话语的解剖学者,那么当你找不到所记录之物的理据时,不要认为所写之物有任何是多余的,而要责备你自己,而不是责备神圣的书信。
τοῦτό μοι τὸ προοίμιον εἴρηται καθολικῶς χρήσιμον εἶναι δυνάμενον εἰς ὅλην τὴν γραφήν, ἵνα προτρπῶσιν οἱ θέλοντες προσέχειν τῇ ἀναγνώσει μηδὲν παραπέμπεσθαι ἀνεξέταστον καὶ ἀνεξερεύνητον γράμμα.
这个序言由我口中说出,是因为它能够对整部圣经都具有普遍的益处,以便那些想要潜心阅读的人受到勉励,不放过任何未经审查和未经搜寻的文字。

词汇与语法注释

  1. §2.1ποιεῖν ἐργάζεσθαι — 使役动词 `ποιέω` 在此后接补充不定式 `ἐργάζεσθαι`(起作用、产生效果),意为“使(话语)发挥效力”。
  2. §2.2οὐ πάντων δέ ἐστιν — 属格 `πάντων` 与 `ἐστιν` 连用作表语,表示能力或特征的归属(“并非所有人都有能力做……”),主语是后文的不定式短语。
  3. §2.2τεχωίτου — 手稿中的拼写错误。通常校勘为 `τεχνίτου`(工匠、建造者),在此处为属格,指代设计身体的“工匠上帝”。

引用这一段

俄利根, 耶利米书残篇(源自《爱美集》) §2.1-2.2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg084.humanitext-grc1:2.1-2.2

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。