§27.15(61) Στίχ. ιε΄. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.
(61) 第15節「And he shall put it in a secret place.(そして、彼はそれを隠れた場所に置くであろう。
Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειτ· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους.
)」罰への恐れから、ある人々が人目を避けることに汲々とし、密かにまた隠れて不敬虔な行為にふけることがあり得たため、これらのことを行う人々により大きな恐れと威嚇を与えるために、[律法は]証人のいない罪を犯す者たちをも呪いの下に置いている。
Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι.
このような人々とは、偽りの敬虔さを装いながら、内面では様々な情欲を埋め隠し、知性の動きにおいてあらゆる種類の異常な行為に狂い乱れている者たちのことである。
Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα.
これらこそ、隠れた場所に偶像を置く者たちである。
§27.17(62) Στίχ. ιζ΄. Ἐπικαταάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον.
(62) 第17節「Cursed is he who removes the landmarks of his neighbor.(隣人の境界を移す者は呪われる。
Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀληθοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασαλεύων τὸν ἐντὸς εὑρισκόμενον.
)」真の神の認識および神聖なる生活から、内側にいる人を動揺させる者もまた、隣人の境界を移す者である。
Καὶ δηλοῖ τὰ ἐπαγόμενα(63).
そして、それに続く言葉が[このことを]示している。
§27.18(64) Στίχ. ιη΄. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὀδῷ.
(64) 第18節「Cursed is he who misleads a blind man on the road.(盲人を道に迷わせる者は呪われる。
Τοῦ αὐτοῦ.
)」同じ著者によるもの。
Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι.
このような人々とは、偶像崇拝や割礼の徒から人々を忌むべき異端へと引きずり込む者たちでもある。
Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παραδεικνύντες ὁδόν.
なぜなら、彼らは盲目であり、真理と神の認識の光を未だ受けていない人々を、使徒的な道の代わりに別の道を提示することによって欺き、迷わせるからである。
§27.19(65) Στίχ. ιθ΄. Ἐπικατάρατος ὅς ἃν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας.
(65) 第19節「Cursed is he who perverts the judgment of the proselyte, the orphan, and the widow.(寄留者、孤児、未亡人の裁きを曲げる者は呪われる。
Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών.
)」[モーセは]また別のやり方で同じことを語り、寄留者、孤児、未亡人の裁きを同じように曲げる人々を同じ呪いの下に置いている。
Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον (66), ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλότερον.
なぜなら、文字通りの意味が有益さを含んでいるとしても、観照はより高い意味を含んでいるからである。
Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
寄留者とは、異邦人のうちから神の聖なる教会に入る者たちのことである。
Οἱ δὲ ὀρφανοὶ κυρίως εἰσὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατανᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλʼ ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι.
また孤児とは、本来、自らの父であるサタンを拒絶したものの、未だイエスを身にまとってはおらず、依然としてカテクーメノイに数えられている者たちのことである。
Ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐτοῖς τὰ τῆς ἀπωλείας σπέρματα·
同様に、これらもまた未亡人であり、自分たちの中に滅びの種を蒔き散らした者を退けたものの、神聖なる使徒が言うように、清い乙女としてキリストに未だ結ばれていない者たちのことである。
οὕπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θείον Ἀπόστολον, Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν.
それゆえ、これらの人々の裁きを曲げ、不純物のない敬虔の神秘を彼らに伝えない者たちは、呪いの下にある。
Καὶ τὰ ἄλλα δέ τις φιλοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας.
そして、他の箇所についても、熱心に吟味する者であれば、本来の解釈を保ちつつも、霊的に観照することができるであろう。
§27.26(67) Στίχ. κς΄. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου.
(67) 第26節「Cursed is every man who does not abide by all the words of the law.(律法のすべての言葉にとどまらないすべての人は呪われる。
Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρομεν.
)」七十人訳に置かれている「すべての[言葉]において」という言葉は、サマリア写本によって裏付けられており、そこでは我々は「すべて」を意味する「コル」が記されているのを見出す。
Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν.
これらと使徒もまた一致して、「律法の行いによる者は皆、呪いの下にある」と言っている。
Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ (68) μὴ πάντα ποιεῖν.
それゆえ、割礼の徒は、すべてのことを行っているわけではないことによって、呪いの下にあることが示されるのである。