Humanitext Reader

俄利根 · 申命记注记残篇(源自链状注释) §27.15-27.26

申命记中诸项咒诅的属灵阐释与割礼派

第 9 段,共 10 段 · 希腊语

内容简介

本段对申命记第27章中的各项咒诅进行了属灵和寓意性的释经,将其与进入教会的阶段以及异端的诱惑联系起来进行解释,最后指出割礼派因无法完全遵守律法而仍处于咒诅之下。

§27.15(61) Στίχ. ιε΄. Καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ.
(61) 第15节:“他必将它置于隐秘处。
Ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειτ· πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους.
” 因为由于害怕惩罚,有些人很可能会急于逃避惩罚,并在暗中和隐秘处行不虔敬的事;为了对做这些事的人施加更大的恐惧和威胁,[律法]也将那些在没有证人的情况下犯下罪行的人置于咒诅之下。
Τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι.
这样的人就是伪装出虚假的虔敬,却在内心深处埋藏着情欲,并在其心智的活动中对各种反常的行为陷入狂热的人。
Οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα.
这些人就是将偶像置于隐秘处的人。
§27.17(62) Στίχ. ιζ΄. Ἐπικαταάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον.
(62) 第17节:“挪移邻舍地界的,必受咒诅。
Ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀληθοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασαλεύων τὸν ἐντὸς εὑρισκόμενον.
” 凡使处于教会内部的人动摇,使其偏离真实的对神的认识和神圣的生活方式的人,也是在挪移邻舍的地界。
Καὶ δηλοῖ τὰ ἐπαγόμενα(63).
接下来的话也表明了这一点。
§27.18(64) Στίχ. ιη΄. Ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὀδῷ.
(64) 第18节:“使瞎子在道路上迷失的,必受咒诅。
Τοῦ αὐτοῦ.
” 同上。
Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι.
这样的人也是那些将人从偶像崇拜以及割礼派中拉入可憎之异端的人。
Τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παραδεικνύντες ὁδόν.
因为他们自己是瞎眼的,尚未得到真理和认识神的光,却通过展示另一条道路来代替使徒的道路,以此欺骗并使他们迷失。
§27.19(65) Στίχ. ιθ΄. Ἐπικατάρατος ὅς ἃν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας.
(65) 第19节:“向寄居的和孤儿寡妇屈枉正直的,必受咒诅。
Ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών.
” [摩西]以另一种方式再次说了同样的话,将那些同样屈枉寄居者、孤儿和寡妇之正直的人置于相同的咒诅之下。
Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον (66), ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλότερον.
因为,即使字面意思有其益处,但属灵的观照却有更高的意义。
Προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
因为寄居者是指从外邦人中进入神圣教会的人。
Οἱ δὲ ὀρφανοὶ κυρίως εἰσὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατανᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλʼ ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι.
而孤儿则是指那些虽然已经宣告脱离了自己的父亲撒旦,却尚未披戴耶稣,而是仍被列在慕道友之中的人。
Ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐτοῖς τὰ τῆς ἀπωλείας σπέρματα·
同样,这些人也是寡妇,她们虽然避开了那在她们之中撒下毁灭之种的人,但尚未按照神圣使徒所说,作为贞洁的童女与基督结合。
οὕπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θείον Ἀπόστολον, Οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν.
因此,那些屈枉这些人的正直、不向他们传授纯正虔敬之奥秘的人,是在咒诅之下。
Καὶ τὰ ἄλλα δέ τις φιλοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας.
而对于其他部分,若有人勤勉地去探究,也必能在保留原有字面解释的同时,进行属灵的观照。
§27.26(67) Στίχ. κς΄. Ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου.
(67) 第26节:“不坚守遵行这律法一切话的,必受咒诅。
Τὸ, ἐν πᾶσι, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ χὸλ, ὅπερ ἐστὶ πᾶσιν ἢ πάντα, φερόμενον εὕρομεν.
” 七十人译本中存在的“在一切中”这一表达,得到了撒玛利亚抄本的证实,我们在其中发现了“chol”,即“一切”或“所有事物”。
Οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων· Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν.
使徒也与这些相一致,说:“凡以行律法为本的,都是在咒诅之下。
Ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ (68) μὴ πάντα ποιεῖν.
”由此,割礼派被证明是在咒诅之下,因为他们没有行一切的事。

词汇与语法注释

  1. 27.15Ἐπειδὴ εἰκὸς ἦν — 由非人称表达 εἰκὸς ἦν(可能、理所当然)所引导的不定式短语 σπουδάζειν 和 ἐπιτηδεύειν(抄本中的 ἐπιτηδεύειτ 为笔误)的逻辑主语是代格的 τινάς(某些人)。这一整个不定式从句构成了由 Ἐπειδὴ(因为)引导的从属句,并指向主句动词 ὑποβάλλει(置于)。
  2. 27.17τὸν ἐντὸς εὑρισκόμενον — 动词 εὑρίσκω 的现在时被动分词,意为“在内部被发现的人”,在此指已经处于教会共同体内部的基督徒。副词 ἐντός 置于冠词和分词之间进行限定修饰。
  3. 27.18Τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι — 句子中包含语法上的失配(anacoluthon)。代格短语 τοὺς ἐκ περιτομῆς(割礼派的人)作为主格分词 ἐφελκόμενοι(拉入者)的直接宾语,而其前方的介词短语 ἀπὸ εἰδωλολατρείας(从偶像崇拜中)在语义上也同样受该分词支配,意为“那些将[人们]从偶像崇拜中、以及将割礼派的人,拉入可憎异端之中的人”。
  4. 27.19Εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον — 连词 εἰ 在此处表示让步(即使、虽然),与后文的 ἀλλά(但是)相关联,引导出对比结构:“即使字面意思有其益处,但属灵的观照却有更高的意义”。
  5. 27.26τὸ μὴ πάντα ποιεῖν — 带有否定词 μή 的冠词性不定式 τὸ ... ποιεῖν。在此处作为说明或原因的代格(或主格)名词性用法,解释了他们处于咒诅之下的具体原因(即“因为没有履行所有的事情”)。

引用这一段

俄利根, 申命记注记残篇(源自链状注释) §27.15-27.26. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg2042.tlg070.humanitext-grc1:27.15-27.26

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。