§13.45Στίχ. με΄.
第45節。
Καὶ ὁ λεπρὸς, ἐν ᾧ ἐστιν ἀφὴ, τὰ ἱμάτια αὐτοῦ ἔσται παραλελυμένα, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀκάλυπτος.
「また、患部のある癩病人は、その衣服が引き裂かれ、その頭は覆われないままでなければならない」。
Διατί τοῦ λεπροῦ ἀκάλυπτον εἶναι κελεύει τὴν κεφαλὴν, καὶ τὰ ἱμάτια παραλελυμένα;
なぜ癩病人の頭を覆わずにおき、衣服を引き裂かれた状態にするよう命じるのか。
Ἵνα γνωριστὸς ᾗ καὶ μὴ μετσλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ προσπελάζοντες.
それは、彼がそれと分かり、近づく人々がその汚れを分け合うことがないようにするためである。
Οὕτως ὁ Ἀπόστολος περὶ τῶν ἁμαρτανόντων ἔφη·
このように、使徒も罪を犯す者たちについて次のように述べた。
Στέλλεσθε ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος, καὶ μὴ κατὰ τὴν παράδοσιν, ἣν παρελάβετε παῤ ἡμῶν·
「あなたがたは、怠惰に歩んで、私たちから受け取った伝承に従わないすべての兄弟から身を遠ざけなさい」。
καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, ἢ πόρνος, ἢ πλεονέκτης, ἢ εἰδωλολάτρης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ· τῷ τοιούτῳ μὴ συνεσθίειν (18).
また、「もし兄弟と呼ばれる人で、淫行の徒、貪欲な者、偶像崇拝者、大酒飲み、人をそしる者、あるいは略奪する者がいるなら、そのような者とは一緒に食事をしてもいけない」 (18)。