§20## ΚΕΦ. Κ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα.
## 第20章たとえ彼の贈り物が天に上ろうとも。
Καὶ ὁ αἱρετικὸς ὅταν εὔξηται, ὅταν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται·
異端者もまた、祈るとき、その生贄が高慢な言葉によって上るとき、しっかりと支えられていると思われるときに、そのときに完全に滅びるのである。
ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν.
なぜなら、彼の祈りは彼にとって罪とみなされるからである。
Οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν Ποῦ εἰσιν οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα;
しかし、彼の誤りを知っている教会の私たちはこう言うであろう。 「このような、夢を見て、自分自身に誤りを捏造している者たちはどこにいるのか」と。
Οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλόμενοι·
彼らは誤りの中にあり、真理に知性を拠り所としていないのである。
καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.
そして彼らは、飛び去って見出されることのない夢のようになる。
Τοιοῦτόν τι καὶ Δαυῒδ ψάλλει·
ダビデもまた、このようなことを歌っている。
« Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον.
「主の敵らは滅び去った。
Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον·
彼らは栄光を受け高められると同時に、消え去り、煙のように消え去った。
» καὶ πάλιν· « Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων.
」また、「目覚める人々の夢のように」と。
»
Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται.
不正に集められた富は吐き出される。
Οἷδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐναντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν·
私は、不正に集められたもう一つの富、すなわち、異端者たちの言葉の中にある富を知っている。 彼らは、真理の教理に反する教えを、自らの腹の中に持っている。
ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ « χολὴ ἀσπίδος, » τουτέστι πονηρά·
それらは甘くはなく、むしろ「コブラの毒」、すなわち悪しきものである。
ὡς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ Μωῦσέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν·
申命記のモーセの歌の中で、彼らの教えのぶどう酒について言われているように。
« Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν.
「彼らのぶどうの木はソドムのぶどうの木から出ているからである。
» Ἀλλ᾿ ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι.
」しかし、慈悲深い神は、彼らが不正に集めた富を常に自分の中に持っておくことを許さず、それを吐き出させられるであろう。
Ἄγγελος γὰρ κατʼ εὐεργεσίαν Θεοῦ ἐξελκύσει αὐτοὺς ἐπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας·
なぜなら、神の恵みによって、御使いが、悪しく建てられたまさにその家から彼らを引きずり出すからである。
ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων.
この家とは、悪を行う者たちの集会のことである。
Ἐπάγει γοῦν· « Ἐξ οἰκίας αὐτοῦ, » καὶ τὰ ἑξῆς.
それゆえ彼は、「彼の家から」云々と続けている。
Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα.
異端者にとっても、その不信心な教理のために、どれほどのものが待ち受けているかを見よ。
Διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μὴποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετιχῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῃς Ἐκκλησίας.
それゆえ、私たちは自分自身に注意し、もっともらしい言論によって異端の教えに略奪され、教会の神秘から脱落することのないようにしよう。
Μὴ ἴδοι ἄμελειν νομάδων.
彼は決して遊牧民の乳搾りを見ないように。
Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων.
異端者もまた、遊牧民の乳搾りを見ることはない。
Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εύρίσκουσαι.
遊牧民とは、善き羊飼いのもとで草をはみ、牧草地を見出す魂たちのことである。
Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά.
また、神に対する彼らの教理は、甘いものを何も含まず、むしろ渋くて不快なものである。
Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν.
彼は多くの弱き者たちの家を打ち砕いたからである。
Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ.
異端者もまた、信仰において弱い者、健全な教えにおいて弱い者をどこかで見出すなら、その人を略奪する。
Καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν·
そして、異端者たちの教師について、「彼は多くの弱き者たちの家を打ち砕いた」と言うのは真実である。
ἁρπλζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν·
彼はだまされやすい者の生活を強奪するが、その後、それを維持することはできない。
οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦδος.
なぜなら、偽りを存続させることはできないからである。
Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
怒りの日が彼に臨むように。
Καθʼ ἣν ἡ θεία κατʼ αὐτοῦ κινεῖται δίκη·
その日には、神の裁きが彼に対して発動される。
εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ᾿ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει ρημένοις.
割礼を受けた者で神に対して不敬を働いた者であれ、異端者であれ、あるいはどのようにであれ不信心な者であれ、前述の事柄に示されているものが彼の受ける分となる。
§21## ΚΕΦ. ΚΑ΄. Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
## 第21章なぜ不信心な者たちは生きながらえ、富のうちに老いていくのか。
Τὸ μέντοι, « πεπαλαίωνται ἐν πλούτῳ, » εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν.
さて、「富のうちに老いていく」というのは、「彼らはにわか成金なのではなく、若い頃から老年に至るまで富み栄え続けた」ということを意味して言ったのである。
Ἀναλαβόντα ψαλτήριον καὶ πιθάραν.
竪琴と琴を手にして。
Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων ἡ εὐφροσύνη, ἥν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφʼ ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδοναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελῳδίᾳ κατακηλοῦνται·
もう一つの父親たちの幸福は、子供たちの喜びであり、それは笛や竪琴や太鼓によって満たされる。 それらによって聴覚は笛の音に圧倒され、魂の快楽が呼び覚まされ、その場にいる者たちは放縦な旋律によって魅了される。
ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελγῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτοῦντες.
不信心な者たちの子供たちは、張られた弦に自らの手を伸ばし、楽器の音に合わせて拍手しながら、放縦にそれを奏でるのである。
Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.
彼らは恵まれたもののうちに生涯を終えた。
Τουτέστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλʼ ἐν βίῳ τελείῳ τοῖς σωματικεῖς ἀγαθοῖς ἐντρυφῶντες διετέλεσαν·
すなわち、彼らの繁栄には何の途切れもなく、むしろ、完全な生涯において、肉体的な良きものにふけり続けた。
καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευτῆς τῆς εὐημερίας.
そして、彼らの幸福の終わりは人生の終わりとなり、繁栄は死に至るまで引き延ばされたのである。
Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμλθησαν.
そして、陰府の安息のうちに眠りについた。
Ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα σάνιστοι εἰς ᾅδην κατέρχονται.
これは、「死に至るまで休息し、上機嫌に過ごし、責め苦を受けることなく陰府に下る」ということを意味している。
Ἤ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλʼ ὥσπερ ὑπνοῦντες, οὕτως ἀποθνήσκουσιν.
あるいは、死そのものさえ彼らにとって苦いものとならず、眠るかのように死んでいくということである。
Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόντες δὲ ἀναπαύονται· οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ὲν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν.
あるいは、他の人々は生きている間は苦しみ患い、死んで初めて休息するが、これに対して、ここで語られている人々は、生涯すべてを上機嫌のうちに過ごし、そのようにして死における休息へと至った、ということである。