§1## ΚΕΦ. Α΄. Οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους.
## 第1章騎兵たちは我々のために三つの部隊を形成し、らくだを取り囲んだ。
Τὰς μὲν οὖν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς·
さて、らくだたちをば、彼は騎兵たちの支配下に置かれるようにした。
τὰς ὄνους δὲ καὶ τὰ ζεύγη τῶν βοῶν ὑπὸ τοὺς αἰχμαλωτίζοντας· τὰ πρόβατα δὲ ἐμίσει·
一方、雌ロバたちと牛のつがいは、略奪する者たちの支配下に、また羊たちをば、彼は憎んだ。
διὰ τοῦτο πῦρ ἐπʼ αὐτὰ κατήγαγεν·
それゆえにそれらの上に火を降らせたのである。
ἀλλὰ καὶ τοῖς υἱοῖς ἐπεβούλευε, καὶ καιρὸν ἐζήτει τοῦ αὐτοὺς ἀπολέσαι.
そればかりか、息子たちに対しても陰謀を企て、彼らを滅ぼすための機会をうかがっていた。
Εἰ εὑρήκει ἀναγινώσκοντας, οὐκ ἂν ἥψατο τῆς οἰκίας, οὐδὲ τόπον εἶχε τοῦ αὐτοὺς ἀποκτεῖναι·
もし彼らが聖書を読んでいるところを見出していたなら、彼は家に触れることもなかったであろうし、彼らを殺す機会も得られなかったであろう。
εἰ εὑρήκει προσευχομένους, οὐδὲν ἐδύνατο ποιῆσαι κατʼ αὐτῶν·
もし彼らが祈っているところを見出していたなら、彼らに対して何一つなし得なかったであろう。
ἀλλʼ ὅτε εὖρεν εὐκαιρίαν, ἴσχυσε.
しかし、好機を見出した時に、彼は力を振るった。
Ποῖος ἦν ὁ καιρός;
その機会とはどのようなものであったか。
μέθη ἦν, συμπόσιον ἦν.
泥酔であり、宴会であった。
Τῷ δὲ τῶν γωνιῶν ἅψασθαι τὸ πνεῦμα, ἐπίστησον, ὅτι ἐν ταῖς τῶν γωνιῶν πλατείαις (16· ) οἱ ὑποκριταὶ ἑστῶτες προσεύχονται·
風が四隅に触れたことについては、偽善者たちが街路の四隅に立って祈っていることに留意せよ。
πᾶς δὲ ὁ μὴ ἐπιβεβηκὼς εὐθείας ὀδοῦ ταῖς γωνίαις κέχρηται·
まっすぐな道を歩んでいない者はみな、四隅を用いている。
πλατεῖα δὲ γωνία ἐστὶν ἡ πολλὴ καὶ ἀνειμένη κακία.
広い四隅とは、おびただしく、かつ放縦な悪徳のことである。
§19## ΚΕΦ. ΙΘ΄. Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου;
## 第19章いつまであなたがたは私の魂を疲れ果てさせるのか。
Ὥσπερ σώματα βαρέα ἐπιτιθέμενα ζώων σώμασι κάμνειν ποιεῖ τὰ βαστάζοντα· οὔτως εἰσί τινες λόγοι βαρεῖς, οὓς ἀκούσας τις, κάμνει ὡς ὑπὸ βάρους πιεζόμενος τῆς δυνάμεως τῶν λόγων, τῶν ὀνειδιστικῶς καὶ χαλεπῶς, ἢ ἐπὶ λοιδορίαις εἰρημένων·
重い荷が動物の体に載せられると、運ぶものを疲れさせるように、重い言葉というものがあり、それを聞く人は、非難がましく、また厳しく、あるいは嘲りのうちに語られた言葉の力による重みに押しつぶされるかのように、疲れ果ててしまうのである。
ὡς καὶ νῦν τῶν ὑπὸ Βαλδὰδ εἰρημένων, οἱονεὶ φορτίου αἰσθανθεὶς βαρέος ὁ Ἰὼβ, καμὼν τῇ ψυχῇ φησιν·
今やビルダドによって語られた言葉についても同様であり、ヨブはあたかも重い荷を感じたかのように、魂において疲れ果てて言う。
« Ἕως τίνος ἕγκοπον ποιήσετε τὴν ψυχήν μου, » καὶ ὡσεὶ φορτίον βαρὺ βαρυνεῖτε κατʼ ἐμοῦ τοὺς λόγους;
「いつまであなたがたは私の魂を疲れ果てさせ、」重い荷のように私に対して言葉を重くし続けるのか。
Ὁρᾷς, ὅτι τυραννικοί εἰσιν οἱ τοῦ Σαυχαίων τυράννου λόγοι, οὓς ἀκούσας ὁ Ἰὼβ.
シュア人の支配者の言葉が暴虐なものであることがわかるだろう。
λέγει τὰ προκείμενα.
ヨブはそれを聞いて、これらの言葉を述べているのである。
Οὐχ οὕτως γὰρ καθικνεῖται ψυχῆς ἀνθρώπου ἄλλο τι. ὡς λόγος σκληρός·
というのも、人の魂にこれほど深く突き刺さるものは、峻厳な言葉のほかにないからである。
πολλάκις γάρ τις ὑπομείνας βασάνους σώματι προσφερομένας, λόγους οὐχ ὑπέμεινεν.
しばしば、肉体に加えられる拷問には耐えた者が、言葉には耐えられないということがある。
Ὁ μέντοιγε τέλειος ἀθλητὴς. εἰ καὶ κάμνων, ἀλλʼ ὑπομένει τοὺς χαλεποὺς λόγους·
しかしながら、完全な闘士は、たとえ疲れ果てていても、過酷な言葉に耐え忍ぶ。
ὕβριν γὰρ ὑπομένειν, μεγάλου ἀνδρός ἐστι·
侮辱に耐えることは、偉大な人間のなせるわざだからである。
διόπερ ἐν τοῖς ἀνδραγαθήμασιν ἑαυτοῦ ὁ Ἀπόστολος λέγει·
それゆえ使徒は自らの勇気ある行いの中でこう言っている。
« Λοιδορούμενοι εὐλογοῦμεν· βλασφημούμενοι παρακαλοῦμεν.
「私たちは、侮辱されては祝福し、罵られては慰めている。
» Καὶ νῦν δὲ ὁ Ἰὼβ ἐστιν, ὁ τῶν ἀθλητῶν γενναιότατος. ὁ ταῦτα λέγων· οὗ καὶ τὸ βιβλίον οὐδὲν ἄλλο ἐξαιρέτος περιέχει ἢ τὴν ἀνδρείαν αὐτοῦ καὶ τὴν ὑπομονήν·
」そして今、これを語っているヨブこそは、闘士たちの中で最も高潔な者であり、彼の書もまた、とりわけ彼の勇気と忍耐のほかに何も含んではいない。
ἀλλʼ ὅμως αἰσθάνεται τῶν καμάτων ὧν κεκμήκει ἀπὸ τοῦ λόγου τοῦ σκληροῦ τῶν ἐληλυθότων αὐτὸν ἐπισκοπῆ σαι.
しかしそれでも彼は、自分を見舞いにやって来た者たちの峻厳な言葉によって、自分が被った疲労を感じている。
Καὶ ἐπειδὴ ἡ τοῦ λόγου βαρύτης, ὥσπερ τι φορτίον ἐπιτιθέμενον τῇ ψυχῇ, κάμνειν αὐτὴν παρασκευάζει, διὰ τοῦτό φησιν·
そして、言葉の重みが、あたかも魂に載せられた重荷のように、魂を疲れ果てさせるものであるがゆえに、彼はこう言う。
Ἀνθʼ ὅτου, ὦ φίλοι, ταῖς τοῦ σώματος ἀλγηδόσι προστίθετε τὸν τῆς ψυχῆς πόνον, μᾶλλον κεντοῦντες τοῖς ῥήμασιν ἢ τὰ πάθη τὸ σῶμα;
友よ、なぜあなたがたは肉体の痛みに魂の苦痛を付け加えるのか。 病が肉体を刺し貫くよりも、言葉によって魂をさらに深く刺し貫きながら。
Καταλαλεῖτέ μου.
あなたがたは私を誹謗する。
Πολλάκις καταλαλεῖ τις κακῶς ποιῶν·
しばしば人は悪事を働きながら人を誹謗する。
ὅταν δὲ ἀπερυθριάσῃ, εἰς πρόσωπον λέγει ἐκείνου, οὐκ ἐλέγχων, οὐδὲ τἀληθῆ λέγων, ἀλλʼ ὀνειδίζων καὶ ὑβρίζων.
そして恥を忘れるとき、相手の顔に向かって、諭すでもなく、真実を語るでもなく、ただ非難し、侮辱して言うのである。
Κεκράξομαι, καὶ οὐδαμοῦ κρῖμα.
私は叫び立てるが、どこにも裁きはない。
Νῦν ἐὰν κράξω, οὐδαμοῦ τὸ κρῖμά μου ἔρχεται·
今もし私が叫んでも、私のための裁きはどこからもやって来ない。
ἔτι ἀθλῶ.
私はまだ闘っているのだ。
Ὡσεὶ ἔλεγεν·
それはあたかも彼がこう言っているかのようである。
Ὥς τις ἀθλητὴς ἐν σταδίῳ κέκραγα, καὶ οὐδαμοῦ τὸ κρῖμά μου ἐπανίσταται·
競技場にいる闘士のように私は叫んだが、私のための裁きはどこにも現れない。
ἔτι γὰρ παλαίω.
私はまだ格闘しているのだから。
Ἐὰν μὴ τελέσω τὸ πάλαισμα, οὐκ ἔρχεται τὸ κρῖμα τοῦ στεφάνου.
格闘を終えなければ、冠の裁きは来ない。
Καὶ ταῦτά φαμεν, ἵνα μὴ κατηγορῶμεν τοῦ Θεοῦ, ὅτι τοσαῦτα πάσχει ὁ Ἰὼβ, καὶ οὐδαμοῦ τὸ κρῖμα, τουτέστιν ἡ ἀπόφασις τῆς ἐλευθερίας, καὶ τῆς τῶν δεινῶν ἀπαλλαγῆς.
そして私たちがこのように言うのは、ヨブがこれほど苦しんでいるのにどこにも裁き、すなわち解放と苦難からの免除の決定がないことについて、私たちが神を非難することのないようにするためである。