§20## ΚΕΦ. Κ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα.
## 第二十章即使他的礼物升到天上。
Καὶ ὁ αἱρετικὸς ὅταν εὔξηται, ὅταν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅταν δοκῇ κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν.
异端分子也是如此,当他祷告时,当他的祭物因其高傲的言语而升起时,当他似乎站稳脚跟时,他就在那时彻底灭亡;因为他的祷告被算作他的罪。
Οἱ δὲ εἰδότες αὐτοῦ τὰ σφάλματα ἐκκλησιαστικοὶ ἐροῦμεν Ποῦ εἰσιν οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι καὶ ἀναπλάττοντες ἑαυτοῖς σφάλματα;
而我们这些晓得他错谬的教会中人,将会说:这些做梦并为自己捏造错谬的人在哪里呢?
Οὐ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερείδουσι σφαλλόμενοι· καὶ γίνονται ὥσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.
他们因误入歧途而没有将心智寄托于真理;他们变得像飞逝的梦,再也寻不见。
Τοιοῦτόν τι καὶ Δαυῒδ ψάλλει· « Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἐξέλιπον.
大卫也歌唱过类似的事:“耶和华的仇敌已经灭亡。
Ἅμα τὸ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον· » καὶ πάλιν· « Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων.
他们一得荣耀,升高,就消散;如烟消散”;又说:“如同人睡醒后的一场梦。
»
Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται.
” 不正当聚集的财富必被吐出。
Οἷδα καὶ ἄλλον πλοῦτον ἀδίκως συναγόμενον, τὸν ἐν τοῖς λόγοις τῶν αἱρετικῶν, οἳ ἔχουσι μαθήματα ἐναντία τοῖς δόγμασι τῆς ἀληθείας, ἐγγάστρια αὐτῶν· ἃ οὐκ ἔστι γλυκέα, ἀλλὰ « χολὴ ἀσπίδος, » τουτέστι πονηρά· ὡς εἴρηται ἐν Δευτερονομίῳ ἐν ᾠδῇ Μωῦσέως περὶ τοῦ οἴνου τῆς διδασκαλίας αὐτῶν· « Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν.
我也知道另一种不正当地聚集起来的财富,就是异端分子言论中的财富,他们肚子里装有与真理教理相反的教义;这些教义并不甘甜,而是“蝮蛇的胆汁”,也就是邪恶的;正如《申命记》摩西之歌中论及他们教导的酒时所说:“因为他们的葡萄树是所多玛的葡萄树。
» Ἀλλ᾿ ὁ ἀγαθὸς Θεὸς οὐκ ἐάσει αὐτοὺς πλοῦτον ἀδίκως συναγόμενον ἔχειν ἀεὶ ἐν ἑαυτοῖς, ἀλλὰ ποιήσει αὐτοὺς ἐξεμέσαι.
”但慈爱的神不会允许他们永远将不正当聚集的财富留在自己里面,而会让他们吐出来。
Ἄγγελος γὰρ κατʼ εὐεργεσίαν Θεοῦ ἐξελκύσει αὐτοὺς ἐπʼ αὐτῆς τῆς κακῶς οἰκοδομηθείσης οἰκίας· ἥτις ἐστὶν ἡ ἐκκλησία πονηρευομένων.
因为神的使者会凭着神的恩慈,将他们从那座建造得极差的房子里拉出来;这房子就是作恶者的集会。
Ἐπάγει γοῦν· « Ἐξ οἰκίας αὐτοῦ, » καὶ τὰ ἑξῆς.
所以他接着说:“从他的屋里”等等。
Ὅρα δὲ πόσον καὶ τῷ ἑτεροδόξῳ ἀπόκειται διὰ τὰ ἀσεβῆ δόγματα.
看看异端者因其不敬虔的教理而有什么样的结局在等待着他们。
Διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς, μὴποτε ἐν πιθανολογίαις συληθῶμεν ἀπὸ αἱρετιχῆς διδασκαλίας, καὶ ἐκπέσωμεν τοῦ μυστηρίου τῃς Ἐκκλησίας.
因此,我们要谨慎,免得在似是而非的言论中被异端的教导掠夺,从而从教会的奥秘中坠落。
Μὴ ἴδοι ἄμελειν νομάδων.
愿他绝看不见游牧者的挤奶。
Καὶ ὁ ἑτερόδοξος δὲ οὐ βλέπει ἄμελξιν νομάδων.
异端者也看不见游牧者的挤奶。
Νομάδες δέ εἰσι ψυχαὶ νεμόμεναι ὑπὸ τῷ καλῷ ποιμένι, καὶ νομὴν εύρίσκουσαι.
游牧者是指在善牧之下牧养并找到草场的灵魂。
Καὶ τὰ δόγματα δὲ κατὰ Θεοῦ οὐδὲν ἔχει γλυκὺ, ἀλλὰ στρυφνὰ καὶ πυκνά.
而他们针对神的教理毫无甘甜,反倒苦涩而令人反感。
Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν.
因为他压碎了许多软弱之人的房屋。
Καὶ ὁ ἑτερόδοξός σε ἐάν που εὕρῃ ἀσθενῆ ἐν τῇ πίστει, ἀσθενῆ ἐν τῇ ὑγιεῖ διδασκαλίᾳ, τοῦτον ὑποσυλᾷ.
异端者如果发现你在信仰上软弱,在健全的教导上软弱,他也会掠夺你。
Καὶ ἔστιν ἀληθῶς περὶ τοῦ διδασκάλου τῶν ἑτεροδόξων εἰπεῖν, ὅτι πολλῶν ἀδυνάτων οἴκους ἔθλασεν· ἁρπλζει δὲ τὴν δίαιταν τοῦ εὐεξαπατήτου, καὶ μετὰ ταῦτα οὐχ ἵστησιν αὐτήν· οὐδὲ γὰρ δύναται στῆσαι τὸ ψεῦδος.
关于异端者的教师,可以真实地说“他压碎了许多软弱之人的房屋”;他强夺那易受骗者的生活,此后又无法维持它;因为谎言是无法持久立足的。
Ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ.
愿愤怒的日子临到他。
Καθʼ ἣν ἡ θεία κατʼ αὐτοῦ κινεῖται δίκη· εἴτε τοῦ ἐκ περιτομῆς εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ ἑτεροδόξου, εἴθ᾿ ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν ἡ δηλουμένη ἐν τοῖς προει ρημένοις.
在那日,神针对他的公义审判将会动用;无论是奉行割礼而对神行不敬虔之事的人,还是异端者,或是任何不敬虔的人,前述所表明的都是他所分得的份。
§21## ΚΕΦ. ΚΑ΄. Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ;
## 第二十一章为什么不敬虔的人活着,而且在财富中变老呢?
Τὸ μέντοι, « πεπαλαίωνται ἐν πλούτῳ, » εἶπεν ἀντὶ τοῦ, οὐκ εἰσὶ νεόπλουτοι, ἀλλ ἐκ νεότητος καὶ μέχρι γήρως πλουτοῦντες διετέλεσαν.
“在财富中变老”是用来代替说:他们不是暴发户,而是从年轻直到老年一直保持富有。
Ἀναλαβόντα ψαλτήριον καὶ πιθάραν.
拿起十弦琴和手鼓。
Ἄλλη πατέρων εὐδαιμονία, τῶν παίδων ἡ εὐφροσύνη, ἥν ἀποπληροῦσιν αὐλοὶ καὶ κιθάραι καὶ τύμπανα, ὑφʼ ὧν αἱ μὲν ἀκοαὶ καταυλοῦνται, αἱ δὲ τῆς ψυχῆς ἡδοναὶ διεγείρονται, καὶ οἱ παρόντες τῇ ἀκολάστῳ μελῳδίᾳ κατακηλοῦνται· ἣν οἱ τῶν ἀσεβῶν παῖδες ἀσελγῶς ἐργάζονται, ταῖς ἐντεταμέναις νευραῖς τὰς χεῖρας αὐτῶν ἐπιβάλλοντες, καὶ πρὸς τὴν φωνὴν τῶν ὀργάνων ἐπικροτοῦντες.
父亲们的另一种幸福是孩子们的欢乐,这欢乐由笛子、十弦琴和鼓来满足,由于这些乐器,人们的听觉被笛声所充斥,灵魂的享乐被唤醒,在场的人都被放荡的旋律所迷惑;不敬虔之人的孩子们放肆地演奏这音乐,把手放在绷紧的弦上,并随着乐器的声音拍手。
Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.
他们在福乐中度尽了他们的一生。
Τουτέστιν, οὐδὲν διάλειμμα τῆς εὐπραγίας αὐτοῖς ἐγένετο, ἀλλʼ ἐν βίῳ τελείῳ τοῖς σωματικεῖς ἀγαθοῖς ἐντρυφῶντες διετέλεσαν· καὶ πέρας αὐτοῖς εὐδαιμονίας τὸ τῆς ζωῆς πέρας ἐγένετο, παραταθείσης μέχρι τελευτῆς τῆς εὐημερίας.
也就是说,他们的繁荣没有任何中断,而是在完整的生命中持续享用肉体的福乐;他们幸福的终点成为了生命的终点,繁荣一直延续到死。
Καὶ ἐν ἀναπαύσει ᾄδου ἐκοιμλθησαν.
并且在阴间的安息中睡去。
Ἀντὶ τοῦ, μέχρι θανάτου ἀναπαυόμενοι καὶ εὐθυμοῦντες, ἀβα σάνιστοι εἰς ᾅδην κατέρχονται.
这是指:直到死都安息和保持愉快,无受折磨地降入阴间。
Ἤ, ὅτι οὐδὲ αὐτὸς ὁ θάνατος πικρὸς αὐτοῖς γίνεται· ἀλλʼ ὥσπερ ὑπνοῦντες, οὕτως ἀποθνήσκουσιν.
或者,是指连死亡本身对他们来说也不痛苦;而是如同睡着的人一样死去。
Ἢ, ὅτι οἱ μὲν ἄλλοι ἐν τῷ ζῇν κακοπαθοῦσι καὶ ταλαιπωροῦνται, ἀποθανόντες δὲ ἀναπαύονται· οὗτοι δὲ περὶ ὧν ὁ λόγος, πᾶσαν τὴν ζωὴν ὲν εὐθυμίᾳ διηνυκότες, οὕτως εἰς τὴν ἐν τῷ θανάτῳ ἦλθον ἀνάπαυσιν.
或者,是指其他人在活着时遭受苦难和不幸,死后才得到安息;而这里所说的人,一生都在愉快中度过,就这样进入了死亡中的安息。