§22#1« Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.
«なぜなら、私はあなたの神、主、熱情の神であり、私を憎む者には父の罪を子に、三代、四代にまで報い、私を愛し、私の掟を守る者には、千代にわたって慈しみを施す者である。
» Τίνα τοῦτο τὸ ῥητὸν οὐκ ἐτάραξεν;
» この言葉に動揺しなかった者がいるだろうか。
Εἰ ἥμαρτε μὲν ὁ πατὴρ, ὁ δὲ υἱὸς, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη γενεὰ ἀπολαμβάνει τὴν ἁμαρτίαν, ὡς τοὺς μὲν κατηγορῆσαι καὶ τοῦ δεδωκότος τοὺς νόμους Θεοῦ· τοὺς δὲ μὴ κατηγορῆσαι μὲν, ἀληθῶς δὲ ἐλπίζειν τοιαῦτά τινα, καὶ προσδοκᾷν, ὅτι τὰ ἁμαρτήματα αὐτῶν οἱ υἱοὶ ἀπολαμβάνουσιν.
もし父が罪を犯したのに、子や第三、第四の世代がその罪の報いを受けるとするなら、一方の人々は、律法を与えた神を非難することにまでなり、他方の人々は、非難こそしないものの、自分たちの罪を子供たちが受け取るというようなことを本当に信じ、予期することになる。
Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν.
ユダヤ人たちはこのように考えており、そこから別の神を排除しようとはしない。
Σαμαρεῖς ταῦτα ὑπολαμβάνουσιν, ὡς καὶ αὐτοὶ δοξάζοντες μετεσχηκέναι τοῦ ἑνὸς Θεοῦ.
サマリア人たちも、自分たちも唯一の神の分を分かち合っていると誇りつつ、このように考えている。
Οἱ ἀπὸ τῶν αἱρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἷναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς·
異端に属する者たちは、父たちの罪をその子らの胸に報いる神が、善であり、あるいは公正でありうることが気に入らず、こう言っている。 すなわち、律法の神は公正ではなく、善でもない、父たちの罪をその息子たちに報いるからである。
ἀλλά τις ἐστὶν ἐκείνου μείζων θεός.
むしろ、その神よりも大いなるある神が存在するのだ、と。
Ὁ δὲ ἐκκλησιαστικὸς, οὕτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὕτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλʼ ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γεγράφθαι·
しかし、教会の人は、ユダヤ人のように言われていることを肉的に聞くこともせず、また異端のように別の神をでっち上げることもせず、両者の中間に立って、こう言う。 「これらは正しく書かれている。
οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν.
しかし、私は書かれていることの真意を知らない」と。
Ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσασθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα.
それゆえ、皆の者、知性を高め、父の罪を子に報いるその方が、いかに善であるかをあなたがたに明らかにしてくださるよう願い求めなさい。
Τίνες οἱ πατέρες;
父たちとは誰のことか。
φέρε τὰς Γραφὰς μάρτυρας·
聖書を証人として連れてきなさい。
ἐξετασθήτωσαν τὰ λόγια τὰ ἱερὰ.
聖なる御言葉を吟味しよう。
Λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χριστὸς τοῖς ἁμαρτάνουσιν, ὅτι « ῾ Υμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι.
救い主であり主であるイエス・キリストは、罪を犯す者たちにこう言われる。 «あなたがたは悪魔という父から出た者であり、あなたがたの父の欲求を行おうと望んでいる。
Ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν.
彼は初めから殺人者であり、真理のうちに立っていない。
» Οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν.
» それゆえ、もし誰かが罪を犯すなら、その人は悪魔という父から出た者であり、このゆえに悪魔の罪が、その子に報いられるのである。
Πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα·
ただし、彼は最初の罪人であり、私に罪を吹き込んだ者である。
ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐτοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν·
そして私は第二の罪人であり、彼の意志を追い出さず、かえって彼の働きを受け入れた者である。
δέο. με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἕχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου.
私には、神の武具を身にまとって立ち、信仰の大盾を携え、悪しき者のすべての燃え盛る矢が私の信仰の大盾によって消されるようにする必要がある。
Ἐὰν οὗν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω.
それゆえ、もし私が罪を犯すなら、私がこれこれの、あるいはあれこれの罪を犯すようにと、悪魔が心の中に投げ入れたことを私は行っているのである。
Πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέ ξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι.
まず第一に私は彼の矢を受け入れ、それを受け入れたとき、そのとき彼をも受け入れるのである。
Καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς.
実際、ユダについてもこのように書かれている。 すなわち、サタンが最初に彼に入ったのではなく、まず第一に、イスカリオテのシモンの子ユダが彼を裏切るようにと、悪魔が心の中に投げ入れ、その後、パン切れの後に、サタンが彼に入ったのである、と。