§22#1« Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτὴς, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα, ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσί με, καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάσσουσι τὰ προστάγματά μου.
“「因为我耶和华你的神是忌邪的神,恨我的,我必追讨他的罪,自父及子,直到三四代;爱我、守我诫命的,我必向他们施慈爱,直到千代。
» Τίνα τοῦτο τὸ ῥητὸν οὐκ ἐτάραξεν;
」”这话谁听了不感到动摇呢?
Εἰ ἥμαρτε μὲν ὁ πατὴρ, ὁ δὲ υἱὸς, καὶ ἡ τρίτη, καὶ ἡ τετάρτη γενεὰ ἀπολαμβάνει τὴν ἁμαρτίαν, ὡς τοὺς μὲν κατηγορῆσαι καὶ τοῦ δεδωκότος τοὺς νόμους Θεοῦ· τοὺς δὲ μὴ κατηγορῆσαι μὲν, ἀληθῶς δὲ ἐλπίζειν τοιαῦτά τινα, καὶ προσδοκᾷν, ὅτι τὰ ἁμαρτήματα αὐτῶν οἱ υἱοὶ ἀπολαμβάνουσιν.
如果父亲犯了罪,而儿子、第三代、第四代却要承受这罪,其结果是,一方面有人甚至会指责颁布律法的神;另一方面有人虽然不指责,却真实地抱有如此期盼和预料,即他们的子孙将承受他们的罪。
Ἰουδαῖοι ταῦτα νομίζουσιν, οὐκ ἀπαλλάττοντες ἄλλον θεόν.
犹太人就是这样认为的,他们并不排除另一位神。
Σαμαρεῖς ταῦτα ὑπολαμβάνουσιν, ὡς καὶ αὐτοὶ δοξάζοντες μετεσχηκέναι τοῦ ἑνὸς Θεοῦ.
撒玛利亚人也是这样认为,因为他们自己也自诩分享了唯一之神。
Οἱ ἀπὸ τῶν αἱρέσεων οὐκ ἀρεσκόμενοι τῷ ἀγαθὸν ἢ δίκαιον εἷναι Θεὸν δύνασθαι, τὸν ἀποδιδόντα ἁμαρτίας πατέρων εἰς κόλπον τέκνων αὐτῶν, λέγουσιν, ὅτι ὁ τοῦ νόμου Θεὸς οὐκ ἔστι δίκαιος, οὐκ ἔστιν ἀγαθὸς, ἀποδιδοὺς τὰ ἁμαρτήματα τῶν πατέρων ἐπὶ τοὺς υἱούς· ἀλλά τις ἐστὶν ἐκείνου μείζων θεός.
那些来自异端的人,因不能接受那位将父亲的罪追讨到他们子孙怀中的神是善良或公义的,便说:律法的神既不公义,也不善良,因为祂将父亲的罪追讨到儿子身上;而是有一位比祂更伟大的神。
Ὁ δὲ ἐκκλησιαστικὸς, οὕτε ὡς Ἰουδαῖος σωματικῶς ἀκούει τῶν λεγομένων, οὕτε ὡς αἱρετικὸς ἀναπλάσσει ἄλλον, ἀλλʼ ἕστηκεν ἀμφοτέρων μέσος, καὶ λέγει καλῶς μὲν ταῦτα γεγράφθαι· οὐκ οἶδα δὲ τῶν γεγραμμένων τὸν νοῦν.
但教会里的人,既不像犹太人那样从字面上肉体地理解所说的话,也不像异端那样虚构出另一位神,而是立于两者之间,说道:“这些话写得很好;但我不知道所写之话的真意。
Ἀνατείνατε οὖν τὰς διανοίας πάντες, καὶ αἰτήσασθε, ἵνα ὑμῖν ἀποκαλύψῃ ὡς ἀγαθός ἐστιν, ὁ ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα.
”因此,请你们众人提升自己的心智,并祈求那位将父亲的罪追讨到子孙身上的神,向你们启示祂是如何的美善。
Τίνες οἱ πατέρες;
这里的父亲是谁?
φέρε τὰς Γραφὰς μάρτυρας· ἐξετασθήτωσαν τὰ λόγια τὰ ἱερὰ.
请带圣经作见证;让神圣的话语接受检验。
Λέγει ὁ Σωτὴρ καὶ Κύριος Ἰησοῦς Χριστὸς τοῖς ἁμαρτάνουσιν, ὅτι « ῾ Υμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιῆσαι.
救主和主耶稣基督对那些犯罪的人说:“「你们是出于你们的父魔鬼,你们父的私欲,你们偏要行。
Ἐκεῖνος ἀνθρωποκτόνος ἐστὶν ἀπʼ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν.
他从起初是杀人的,不守真理。
» Οὐκοῦν εἴ τις ἁμαρτάνει, ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὶ, καὶ διὰ τοῦτο τὸ ἁμάρτημα τοῦ διαβόλου ἀποδίδοται ἐπὶ τὸν υἱόν.
」”因此,如果有人犯罪,他就是出于他的父魔鬼,因着这缘故,魔鬼的罪便追讨到了儿子身上。
Πλὴν ἐκεῖνός ἐστιν ὁ πρῶτος ἁμαρτωλὸς, ὁ ὑποβαλών μοι τὸ ἁμάρτημα· ἐγὼ δέ εἰμι ὁ δεύτερος ἁμαρτωλὸς, ὁ μὴ ἐκβαλὼν τὸ βούλημα αὐτοῦ, ἀλλὰ παραδεξάμενος αὐτοῦ τὴν ἐνέργειαν· δέο. με στῆναι καθωπλισμένον τὴν πανοπλίαν τοῦ Θεοῦ, καὶ ἕχοντα τὸν θυρεὸν τῆς πίστεως, ἵνα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ ἐν τῷ θυρεῷ τῆς πίστεώς μου.
然而,他是第一个犯罪者,是他向我灌输了罪;而我是第二个犯罪者,因我没有驱逐他的意愿,反而接受了他的作为;我必须穿戴神所赐的全副军装站稳,并拿着信德的盾牌,以便恶者一切燃着的火箭,都能在我信德的盾牌上熄灭。
Ἐὰν οὗν ἁμαρτάνω, ποιῶ τὰ τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν, ἵνα τόδε τὸ ἁμάρτημα, ἢ τόδε ποιήσω.
因此,如果我犯罪,我便是行了魔鬼投入我心中的事,为要叫我犯下这罪或那罪。
Πρῶτον παραδέχομαι αὐτοῦ τὸ βέλος, καὶ ὅταν παραδέ ξωμαι αὐτὸ, τότε καὶ αὐτὸν παραδέχομαι.
首先我接受了他的箭,而当我接受它时,那时我也接受了他。
Καὶ γὰρ ἐπὶ τοῦ Ἰούδα οὕτω γέγραπται, ὅτι οὐ πρῶτον εἰσῆλθεν ὁ Σατανᾶς εἰς αὐτὸν, ἀλλὰ πρῶτον τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδῷ αὐτὸν Ἰούδας Σίμων ὁ Ἰσκαριώτης, εἶτα μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ Σατανᾶς.
因为关于犹大也是这样写的:并不是撒旦首先进入他里面,而是首先,魔鬼已将叫加略人西门的儿子犹大卖祂的意念投入他心中,然后,在吃那一点饼之后,撒旦才进入他里面。