§1.14Καὶ τοῦτο δὲ μικροῦ δεῖν ἔλαθέ με, ἀναγκαῖον παρατεθῆναι περὶ τοῦ πρῖνον-πρίσειν καὶ σχῖνονσχίσειν·
そして、このことも私から危うく漏れるところでした。 すなわち、ウバメガシと鋸で挽くこと、およびマスティクの木と引き裂くことについて、付け加えることが不可欠であるということです。
ὅτι καὶ ἐν ταῖς ἡμετέραις Γραφαῖς κεῖνταί τινες οἱονεὶ ἐτυμολογίαι (79) αἵτινες παρὰ μὲν §1.15Πρὸς τούτοις παπορεῖς αὐταῖς λέξεσι·
なぜなら、私たちの聖書の中にも一種の語源的な対応関係が存在しており、それらは一方では... これらに加えて、あなたはまさに次の文言で疑問を呈しています。
« Πῶς αἰχμάλωτοι ὄντες ἐν τῇ Βαβυλῶνι, ἠστραγαλωμένοι (87), καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι, ὡς ἐν τῇ προτέρᾳ αἰχμαλωσίᾳ τοῦ Ἰσραὴλ ἱστόρηται, τῶν παίδων αὐτοῖς ἀποσπωμένων εἰς εὐνουχισμὸν, καὶ τῶν θυγατέρων εἰς παλλακὰς, ὡς (88) προπεφήτευτο, οἵδε περὶ θανάτου ἔκρινον, καὶ ταῦτα τῇ τοῦ βασιλέως αὐτῶν γενομένῃ γυναικὶ Ἰωακεὶμ, ὅν σύνθρονον πεποίητο ὁ Βαβυλώνιος βασιλεύς;
「どのようにして、バビロンでの捕囚の身であり、足かせをはめられ、広場に埋葬されずに投げ捨てられていたというのに――それはイスラエルの先の捕囚について歴史に記録されている通りであり、彼らの息子たちは去勢のために奪い去られ、娘たちは側室にされたと預言されていた通りである――、彼らが死刑の判決を下すことができたのだろうか。 しかも、バビロンの王が自らの同席者としたヨアキムの妻となった女性に対して。
Εἰ δὲ οὐχ οὗτος (89), ἄλλος δὲ τοῦ λαοῦ Ἰωακείμ· πόθεν τοιαύτη κατάλυσις αἰχμαλώτῳ περιῆν, καὶ παράδεισος ἀμφιλαφὴς ἦν;
もしこのヨアキムではなく、民の別のヨアキムであったとするなら、捕囚の身でありながら、どうしてそれほどの富が彼に備わっており、豊かな庭園があったのだろうか。
πόθεν δὲ λαβὼν ἔλεγες τό· Ἠστρογαλωμένοι(90) καὶ ἐν ταῖς πλατείαις ἄταφοι ῥιπτούμενοι·
」ところで、あなたは「足かせをはめられ、広場に埋葬されずに投げ捨てられ」という言葉をどこから引用して語ったのでしょうか。
ἢ, ὅσον ἐπʼ ἐμῇ γνώσει, ἀπὸ τοῦ Τωβία;
私の知る限りでは、トビト書からではないでしょうか。
περὶ οὗ ἡμᾶς ἐχρῆν ἐγνωκέναι, ὅτι Ἑβραῖοι τῷ Τωβίᾳ οὐ χρῶνται, οὐδὲ τῇ Ἰουδήθ· οὐδὲ γὰρ ἔχουσιν αὐτὰ καὶ ἐν ἀποκρύφοις ἑβραϊστί (9I)·
トビト書については、ヘブライ人がトビト書もユディト書も用いていないこと、また彼らはそれらをヘブライ語の外典の中にも持っていないことを、私たちは知っておくべきでした。
ὡς ἀπʼ αὐτῶν μαθόντες ἐγνώκαμεν.
これは私たちが彼らから学んで知ったことです。
Ἀλλʼ ἐπεὶ χρῶνται τῷ Τωβᾳ αἱ Ἐκκλησίαι, ἰστέον, ὅτι καὶ ἐν τῇ αἰχμαλωσίᾳ τινὲς τῶν αἰχμαλώτων ἐπλούτουν, καὶ εὖ ἔπραττον.
しかし、教会はトビト書を用いているのですから、捕囚の中にあっても、捕囚された人々の一部は富を築き、裕福に暮らしていたことを知るべきです。
Αὐτὸς δὲ ὁ Τωβίας φησί·
トビト自身がこう言っています。
« Καθότι ἐμεμνήμην τοῦ Θεου ἐν ὅλῃ τῇ ψυχῇ μου, καὶ ἔδωκεν ὁ Ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Νεμεσσάρου (92), καὶ ἤμην αὐτοῦ ἀγοραστής·
「私が魂のすべてをもって神を心に留めていたので、いと高きお方はネメッサロスの前に恵みと麗しい姿を授けてくださり、私は彼の買い出し人となった。
καὶ ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥἄγοις (93) τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα.
私はメディアへ行き、メディアのラガイにいるガブリアスの兄弟ガバエロスに、銀十タラントンを預けた。
» Καὶ ἐπιφέρει ὡς πλούσιος τό·
」そして彼は富者として、次のように書き加えています。
« Ἐν ταῖς ἡμέραις Νεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίησα (94) τοῖς ἀδελ· φοῖς μου.
「ネメッサロスの時代に、私は同胞たちに多くの施しをした。
Τοὺς ἄρτους μου ἐδίδουν πεινῶσι καὶ ἱμάτια τοῖς γυμνοῖς·
飢えている者には私のパンを、裸の者には衣服を与えた。
καὶ εἵ τινα ἐκ τοῦ γένους ἑώρων (95) τεθνηκότα καὶ ἐῤῥιμμένον ὀπίσω τοῦ τείχους Νινευῒ, ἔθαπτον αὐτόν·
もし私の同胞の中で、死んでニネベの城壁の裏に投げ捨てられている者を見かければ、私は彼を葬った。
καὶ εἴ τινα ἀπέκτεινε Σεναχηρεὶμ βασιλεὺς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἕθαψα αὐτοὺς κλέπτων·
また、セナケレイム王がユダヤから逃げ帰ってきたときに殺した者がいれば、私は彼らを盗み出して葬った。
πολλοὺς γὰρ ἐπέκτεινεν (96) ἐν τῷ θυμῷ αὐτοῦ.
彼は激怒して多くの者を殺したからである。
» Καὶ κατανόει εἴ γε μὴ (97) πολὺν πλοῦτον ἐμφαίνει καὶ πολλὴν περιουσίαν ὁ κατάλογος ὁ τοσοῦτος τῶν εὐποιῶν τοῦ Τωβία·
」トビトのこれほど多くの善行の目録が、多大な富と豊かな資産を示しているのではないか、よく考えてみなさい。
καὶ μάλιστα, ὅτι ἐπιφέρει λέγων τό·
とりわけ彼が続けてこう言っているのですから。
« Ἐπιγνοὺς, ὅτι ζη τοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα, καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου.
「私が殺されるために捜索されていることを知り、恐れて逃亡した。 そして私の全財産が没収された。
» Ἀλλὰ καὶ ἕτερος αἰχμάλωτος Δαχιάχαρος (98) ὁ τοῦ Ἀνανιὴλ υἱὸς ἀδελφοῦ Τωβία ἐπὶ πᾶσαν κατεστάθη τὴν λογιστείαν τῆς βασιλείας τοῦ βασιλέως Ἀχερδόνος, καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν·
」だがそれだけでなく、もう一人の捕囚、トビトの兄弟アナニエルの子アキアハロスは、アケルドノス王の王国のすべての会計と、すべての行政を任されました。
καὶ λέγεται, « ὅτι ἦν ὁ Δαχιάχαρος οἰνοχόος, καὶ ἐπὶ τοῦ δακτυλίου, καὶ διοικητὴς, καὶ ἐκλογιστής.
そして「アキアハロスは献酌官であり、印章番であり、管理者であり、会計官であった」と言われています。
» Καὶ ὁ Μαρδοχαῖος δὲ περὶ τὴν αὐλὴν διέτριβε τοῦ βασιλέως, καὶ τοσαύτην εἶχε παῤρησίαν πρὸς αὐτὸν, ὥστε καὶ ἐν εὐεργέταις ἀναγεγράφθαι τοῦ Ἀρταξέρξου.
また、モルデカイも王の宮廷に仕え、王に対して非常に大きな信頼を得ていたので、アルタクセルクセスの恩人の一人として記録されるほどでした。
Ἔτι δὲ καὶ ἐν τῷ Ἔσδρᾳ· Νεεμίας οἰνοχόος τοῦ βασιλέως καὶ εὐνοῦχος αὐτοῦ (99), Ἐβραῖος τῷ γένει, ἠτήσατο τὰ περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ, καὶ ἔτυχεν·
さらにエスドラスにおいても、王の献酌官であり宦官であった、ヘブライ人血統のネヘミヤは、神殿の再建について願い出て、それが聞き入れられました。
ὥστε μετὰ πλειόνων ἐπιτραπῆναι ἀπελθεῖν ἀνορθῶσαι τὸν ναόν.
その結果、多くの人々を伴って神殿を再建するために赴くことを許されたのです。
Τί οὖν θαυμαστὸν τὸ, παράδεισον, καὶ οἰκίαν, καὶ κτῆμα γεγονέναι τινὸς Ἰωακεὶμ, εἴτε πολυτελὴς(99*) εἴτε καὶ μετρία ἦν;
それならば、あるヨアキムに庭園や邸宅や資産があったことが、それが豪華なものであったにせよ、あるいは控えめなものであったにせよ、何の不思議がありましょうか。
Οὐ γὰρ σαφῶς δηλοῦται ἀπὸ τῆς Γραφῆς τὸ τοιοῦτον.
聖書からはその詳細は明確には示されていないのです。
§1.16Ἀλλὰ φῄς·
しかし、あなたは言います。
« Πῶς περὶ θανάτου ἔκρινον ἐν αἰχμαλωσίᾳ τυγχάνοντες;
「捕囚の身でありながら、どのようにして彼らは死刑の判決を下したのか」と。
» οὐκ οἶδα πόθεν ἀμφιβάλλων τὸ βσιλέως εἶναι γυναῖκα, διὰ τὴν ὁμωτυμίαν τοῦ Ἰωακεὶμ, τὴν Σωσάνναν.
あなたが、ヨアキムという同名ゆえにスザンナが王の妻であることをなぜか疑っている、その理由はわかりませんが。
Λεκτέον δ᾿, ὅτι οὐδὲν παράδοξον, μεγάλων ἐθνῶν ὑποχειρίων γενομένων, πρὸς βασιλέως συγκεχωρῆσθαι τοῖς οἰκείοις νόμοις χρῆσθαι (1) τοὺς αἰχμαλώτους καὶ τοῖς δικαστηρίοις.
しかし、次のように言うべきです。 大国が征服されたとき、捕囚となった人々が独自の法律や裁判所を用いることが王によって許可されるのは、何ら奇妙なことではありません。
Καὶ νῦν γοῦν Ῥωμαίων βασιλευόντων, καὶ Ἰουδαίωντὸδίδραχμον αὐτοῖς τελούντων, ὅσα συγχωροῦντος Καίσαρος ὁ ἐθνάρχης (2) παρʼ αὐτοῖς δύναται, ὡς μηδὲν διαφέρειν βασιλεύοντος τοῦ ἔθνους, ἵσμεν οἱ πεπειραμένοι.
実際、今やローマ人が支配し、ユダヤ人が彼らに神殿税を納めている現在でも、皇帝の許しのもとに、彼らの間での民族指導者がどれほど大きな権限を持っており、その民族を支配している王と何ら変わらないほどであるかを、身をもって経験した私たちは知っています。
Γίνεται δὲ καὶ κριτήρια λεληθότως κατὰ τὸν νόμον, καὶ καταδικάζονταί τινες τὴν ἐπὶ τῷ θανάτῳ (3)·
また、律法に従って密かに裁判が行われ、死刑の宣告が下されることもあります。
οὕτε μετὰ τῆς πάντη εἰς τοῦτο παῤῥησίας, οὕτε μετὰ τοῦ λανθάνειν τὸν βασιλεύοντα·
それは、このことについて完全に公然たる権限を持っているわけでもなく、かといって支配者に全く隠れて行われているわけでもありません。
καὶ τοῦτο ἐν τῇ χώρᾳ τοῦ ἔθνους πολὺν διατρίψαντες χρόνον μεμαθήκαμεν καὶ πεπληροφορήμεθα.
このことを私たちは、その民族の地に長い間滞在して学び、確信を得ています。
Καί τοι γε ὑπὸ Ῥωμαίοις (4) δύο φυλαὶ μόναι εἶναι ἱστόρηνται, ἥ τε Ἰούδα καὶ Βενιαμίν·
しかも、ローマ人のもとでは、ユダとベニヤミンの二つの部族だけが存在すると記録されています。
ἔστω δὲ καὶ Λευῖτική.
レビ部族も加えておきましょう。
Ὁ δὲ (5), παρὰ τὸν λαὸν Ἰούδα, Ἰσραὴλ, δέκα ἦσαν φυλαί·
一方、ユダの民とは異なる「イスラエル」は十の部族でした。
καὶ εἰκὸς, ἀρκεσθέντας τοὺς Ἀσσυρίους τῷ ὑποχειρίους αὐτοὺς ἕχειν. ἐπιτετραφέναι αὐτοῖς τὰ οἰκεῖα δικαστήρια.
アッシリア人は彼らを服従させるだけで満足し、彼らに独自の裁判所を委ねていたと考えるのが自然です。