§1.13Τά γε μὴν ἄλλα σου ἐπαπορήματα ἐδόκει μοι ἀσεμνότερον εἰρῆσθαι, καὶ οὐκ ἔχεσθαι τῆς πρεπούσης σοι εὐλαβείας·
しかし、あなたのその他の疑問は、いささか不敬に語られており、あなたにふさわしい敬虔さを保っていないように私には思われました。
οὐ χεῖρον δὲ θεῖναι τὸ αὐταῖς λέξεσιν ὑπὸ σοῦ γεγραμμένον οὕτως·
しかし、あなたが書いたそのままの文言を以下のように引用するのも悪くはないでしょう。
« Ἔπειτα μετὰ (76) τὸ θαυμασίως πως οὕτως ἀποφθέγξασθαι, καὶ παραδοξότατά πως αὐτοὺς ἀπελέγχει, ὡς οὐδὲ Φιλιστίων ὁ μἴμος·
「その後、(76) このように何とも見事に語ったのち、フィリスティオンのマイム(物真似劇)でさえ及ばないほど、きわめて奇妙な方法で彼らを糾弾している。
οὐ γὰρ ἐξήρκει ἡ διὰ τοῦ Πνεύματος ἐπίπληξις, ἀλλʼ ἰδίᾳ διαστήσας ἑκάτερον αὐτῶν, ἐρωτᾷ ποῦ θεάσαιτο αὐτὴν μοιχωμένην.
というのも、霊による叱責だけでは十分ではなく、彼らの一人ひとりを別々に引き離して、彼女が不倫しているのをどこで目撃したのかを尋ねるからである。
Ὡς δὲ ὁ μὲν ὑπὸ πρῖνον ἕφασκεν, ἀποκρίνεται πρίσειν αὐτὸν τὸν ἅγγελον· τῷ δὲ ὑπὸ σχῖνον εἰρηκότι, σχισθῆναι παραπλησίως ἀπειλεῖ.
そして、一人がウバメガシの下でと答えると、天使が彼を鋸で挽く(プリーセイン)であろうと答え、マスティクの木の下でと語ったもう一人に対しては、同様に彼が引き裂かれる(スキストゥヘーナイ)であろうと脅しているのである。
» Ὥρα γὰρ παραβάλλειν ἄλλο τούτῳ παραπλήσιον εἰρημένον ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν, ὅπερ καὶ αὐτὸς ὁμολογήσεις ὑγιῶς ἀναγεγράφθαι, τῷ Φιλιστίωνος μίμῳ.
」それなら、列王記第三(列王記上)に記されている、これに極めて類似した別の出来事を、フィリスティオンのマイムと比較する時が来たと言えます。 それはあなた自身も正当に記録されたものであると認めるでしょう。
Ἔχει δὲ οὕτως ἡ ἀπὸ τῶν Βασιλειῶν λέξις·
列王記の文言は以下の通りです。
« Τότε ὤφθησαν δύο γυναῖκες πόρναι τῷ βασιλεῖ, καὶ ἔστησαν ἐνώπιον αὐτοῦ.
「そのとき、二人の遊女が王の前に現れ、彼の前に立った。
Καὶ εἶπεν ἡ γυνὴ μία·
そして一人の女が言った。
Ἐν ἐμοὶ, κύριέ μου.
『わが主よ、お聞きください。
Ἐγὼ καὶ ἡ γυνὴ αὕτη οἰκοῦμεν ἐν οἵκῳ ἑνὶ, καὶ ἐτέκομεν ἐν τῷ οἵκῳ.
私とこの女は一つの家に住んでおり、私は家の中で子を産みました。
Καὶ ἐγενήθη ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ τεκούσης μου, καὶ ἔτεκε καὶ ἡ γυνὴ αὕτη.
私が産んでから三日目に、この女も子を産みました。
Καὶ ἡμεῖς κατὰ τὸ αὐτό.
私たちは一緒にいました。
Οὐκ ἔστιν οὐδὲ εἷς ἐν τῷ οἴκῳ ἡμῶν παρὲξ ἀμφοτέρων ἡμῶν ἐν τῷ οἵκῳ.
私たちの家には、私たち二人以外には誰もいませんでした。
Καὶ ἀπέθανεν ὁ υἱὸς τῆς γυναικὸς ταύτης τὴν νύκτα, ὡς ἐπεκοιμήθη ἐπʼ αὐτόν.
ところが、この女の息子は、夜の間に死にました。
Καὶ ἀνέστη μέσης τῆς νυκτός·
彼女がその子の上に寝返りを打って押し潰したからです。
καὶ ἔλαβε τὸν υἱόν μου ἐκ τῶν ἀγκαλῶν μου·
彼女は夜中に起き、あなたの仕え女が眠っている間に、私の腕から私の息子を取り上げました。
καὶ ἡ δούλη σου ὕπνουν. Καὶ ἐκοίμισεν αὐτὸν ἐν τῷ κόλπῳ αὐτῆς, καὶ τὸν υἱὸν αὐτῆς τὸν τεθνεῶτα ἐκοίμισεν ἐν τῷ κόλπῳʼ μου.
そして自分の懐にその子を寝かせ、自分の死んだ息子を私の懐に寝かせたのです。
Καὶ ἀνέστην τὸ πρωῒ θηλάσαι τὸν υἱόν μου· κἀκεῖνος ἦν τεθνηκώς.
私が朝起きて、自分の息子に乳を飲ませようとすると、その子は死んでいました。
Καὶ ἰδοὺ κατενόησα αὐτὸν τὸ πρωΐ, καὶ ἰδοὺ οὐκ ἦν ὁ υἱός μου ὅν ἕτεκον.
朝になって、私がその子をよく見ると、見よ、それは私が産んだ息子ではありませんでした。
Καὶ εἶπεν ἡ γυνὴ ἡ ἑτέρα·
』するともう一人の女が言った。
Οὐχί· ἀλλ᾿ ὁ υἱός σου ἐστὶν ὁ νεκρὸς, ὁ υἱὸς δὲ ὁ ἐμὸς ὁ ζῶν.
『いいえ、死んだのはあなたの息子で、生きているのが私の息子です。
Ἡ δὲ. ἄλλη καὶ αὐτὴ ἔλεγεν·
』しかし先の女も同様に言った。
Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς.
『いいえ、生きているのが私の息子で、死んだのがあなたの息子です。
Καὶ ἐλάλησαν ἐνώπιον τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς αὐταῖς·
』彼女たちは王の前でこのように言い争った。 そこで王は彼女たちに言った。
Σὺ λέγεις· Οὗτός μου ὁ υἱὸς ὁ ζῶν, καὶ ὁ υἱὸς ταύτης ὁ τεθνηκώς. Καὶ σὺ λέγεις Οὐχὶ, ἀλλʼ ὁ υἱός μου ὁ ζῶν· ὁ δὲ υἱός σου ὁ τεθνηκώς.
『あなたは「この生きているのが私の息子で、死んだのがあの女の息子だ」と言い、あなたは「いいえ、生きているのが私の息子で、死んだのがあなたの息子です」と言う。
Καὶ εἶπεν ὁ βασιλεύς·
』そして王は言った。
Λάβετέ μοι μάχαιραν.
『私のところに剣を持ってきなさい。
Καὶ προσήνεγκαν τὴν μάχαιραν ἐνώπιον τοῦ βασιλέως.
』そこで人々は王の前に剣を持ってきた。
Καὶ εἶπεν ὁ βασιλεύς·
すると王は言った。
Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, τὸ ἥμισυ αὐτοῦ ταύτῃ.
『生きている子を二つに切り分け、その半分をこちらに、もう半分をあちらに与えなさい。
Καὶ ἀπεκρίθη ἡ γυνὴ ἦς ὁ υἱὸς ἦν ὁ ζῶν πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς ἐν τῷ υἱῷ αὐτῆς, καὶ εἶπεν·
』すると、生きている子の母親である女は、自分の息子に対するはらわたが激しく揺り動かされたので、王に答えて言った。
Ἐν ἐμοὶ, Κύριε·
『わが主よ、お聞きください。
δότε αὐτῇ τὸ παιδίον τὸ ζῶν, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό.
生きている子をあの女に与えてください。 決してその子を殺さないでください。
Καὶ αὕτη εἶπε·
』しかし、もう一人の女は言った。
Μήτε ἐμοὶ, μήτε κὺτῇ ἕστω·
『私のものでも、あなたのものでもなくなればよい。
διέλετε.
切り分けるがよい。
Καὶ ἀπεκρίθη ὁ βασιλεὺς, κσὶ εἶπε·
』王は答えて言った。
Δότε τὸ παιδίον τῇ εἰπούσῃ Δότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό·
『「その子をあの女に与え、決して殺してはならない」と言った女にその子を与えなさい。
αὕτη γὰρ μήτηρ αὐτοῦ.
彼女こそがその子の母親である。
Καὶ ἤκουσε πᾶς Ἰσραὴλ τὸ κρῖμα ὅ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
』全イスラエルは王が下したこの判決を聞き、王を畏れた。 彼らは、正義を行うための神の知恵が彼の内にあるのを見たからである。
» Εἵπερ γὰρ χρὴ περὶ τῶν φερομένων ἐν ταῖς Ἐκκλησίαις ἀποφαίνεσθαι χλευαστικῶς, μᾶλλον τὴν περὶ τῶν δύο ἑταιρῶν ἱστορίαν τῷ Φιλιστίωνος μίμῳ, ἢ τὴν περὶ τῆς σεμνῆς Σωσάννης ὁμοιῶσαι ἐχρῆν.
」もし教会で受け入れられているものについて嘲笑的に断定しなければならないとすれば、むしろこの二人の遊女の物語の方をフィリスティオンのマイムに例えるべきであり、慎み深いスザンナの物語を例えるべきではありませんでした。
Καὶ ὥσπερ οὐκ ἤρκει πρὸς πειθὼ τοῦ λαοῦ τὸ εἰπεῖν Σολομῶντα· « Δότε τῇδε τὸ ζῶν παιδίον·
そして、ソロモンが「生きている子をこの女に与えなさい。
αὕτη γάρ ἐστιν ἡ μήτηρ αὐτοῦ· » οὕτως οὐκ ἤρκει ἡ πρὸς τοὺς πρεσβυτέρους ἐπίπληξις τοῦ Δανιὴλ, μὴ προσπαραλαμβανομένου τοῦ ἐκ στόματος αὐτῶν ἐλέγχου·
彼女こそがその母親である」と言っただけでは、民を納得させるのに十分ではなかったのと同様に、ダニエルが長老たちを叱責したことも、彼ら自身の口からの糾弾が付け加わらなければ十分ではありませんでした。
εἰπόντων μὲν ὑπό τι δένδρον αὐτὴν ἑωρακέναι κοιμωμένην μετὰ τοῦ νεανίσκου, μὴ μὴν συμφωνησάντων περὶ τοῦ τί δένδρον ἦν.
すなわち、彼らは若者と一緒に横たわっている彼女をある木の下で見たと言いながら、それが何の木であったかについては一致しなかったのです。
Καὶ ἐπείπερ ὡς καταλαβὼν ἔφασκες ἐξ ἐπιπνοίας (77) τὸν Δανιὴλ κεκρικέναι τὰ περὶ τοὺς πρεσβυτέρους, τάχα μὲν οὕτως ἐλέγχοντα, τάχα δὲ ἑτέρως, πρόσχες καὶ ταῦτα παραπλήσια δοκεῖ μοι εἶναι τὰ κατὰ τὸν Δανιὴλ τῇ κρίσει τοῦ Σολομῶντος·
そして、あなたはまるで理解しているかのように、ダニエルが霊感によって(77)長老たちを裁き、おそらくはこのような方法で、あるいは別の方法で彼らを糾弾したのだと主張していたのですから、次のことにも注意を払ってください。 私には、ダニエルに関する出来事はソロモンの裁きに極めて類似しているように思われます。
περὶ οὗ μαρτυρεῖ ἡ Γραφὴ, ὅτι εἶδεν ὁ λαὸς, ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
そのソロモンについては、聖書が「民は、正義を行うための神の知恵が彼の内にあるのを見た」と証言しています。
Τοῦτο ἄν δύναιτο λέγεσθαι καὶ περὶ τοῦ Δανιήῦλ·
このことはダニエルについても言えるでしょう。
ὅτι φρονήσεως οὕσης ἐν αὐτῷ τοῦ ποιεῖν (78) δικαίωμα, τὰ ἀναγεγραμμένα περὶ τῶν πρεσβυτέρων.
すなわち、正義を行うための知恵が彼に内にあることによって、(78) 長老たちについて記録されたことが起こったのだ、と。