§1.11Ἀλλʼ εἰκὸς πρὸς ταῦτά σε ζητήσειν (57) τί δήποτε οὐ φέρεται παρʼ αὐτοῖς ἐν τῷ Δανιὴλ ἡ ἱστορία, εἰ, ὡς φῂς, τοιαῦτα περὶ αὐτῆς οἱ σοφοὶ αὐτῶν παραδιδόασι.
しかし、これらに対して、もしあなたが言うように、彼らの賢者たちがそれについてそのようなことを伝えているのなら、なぜ彼らの間でダニエル書の中にその物語が伝わっていないのか、とあなたが問う (57) ことは十分にありそうなことである。
Λεκτέον δὲ πρὸς ταῦτα, ὅτι ὅσα δεδύνηνται τῶν περιεχόντων κατηγορίαν πρεσβυτέρων, καὶ ἀρχόντων, καὶ κριτῶν, περιεῖλον ἀπὸ τῆς γνώσεως τοῦ λαοῦ, ὧν τινὰ σώζεται ἐν ἀποκρύφοις.
これに対しては、長老や支配者や裁判官に対する告発を含む記述のうち、彼らが排除できた限りのものを、彼らは民の知識から取り除いたのであり、それらのうちのいくつかは外典の中に保存されている、と言うべきである。
Καὶ τούτου παράδειγμα δώσομεν τὰ περὶ τὸν Ἡσαΐαν ἱστορούμενα. καὶ ὑπὸ τῆς πρὸς Ἑβραίους Ἐπιστολῆς μαρτυρούμενα, ἐν οὐδενὶ τῶν φανερῶν βιβλίων γεγραμμένα·
そして、この例として、イザヤに関して物語られ、ヘブライ人への手紙によって証言されているが、公の書物のどこにも書かれていない事柄を挙げよう。
περὶ γὰρ τῶν προφητῶν διεξερχόμενος, καὶ ὧν πεπόνθασιν, ὁ τὴν πρὸς Ἑβραίους γράψας φησίν·
というのも、預言者たちと彼らが被った苦難について詳しく述べる中で、ヘブライ人への手紙の著者は次のように言っているからである。
« Ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον.
「彼らは石で打たれ、鋸で切られ、剣の刃で殺された。
» Πευσόμεθα (58) γὰρ ἐπὶ τίνα ἀναφέρηται τὸ, « ἐπρίσθησαν, » κατὰ τι ἕθος ἀρχαῖον οὐ μόνον Ἑβραῖκὸν, ἀλλὰ καὶ Ἑλληνικὸν, πληθυντικῶς λεγόμενον περὶ ἑνός.
」なぜなら、一人の人物について複数形で語るという、ヘブライ的であるだけでなくギリシア的でもある古代の慣習に従って言われている「鋸で切られた」という言葉が、誰に言及しているのかを私たちは尋ねる (58) からである。
Σαφὲς δʼ ὅτι (59) αἱ παραδόσεις λέγουσι πεπρίσθαι Ἡσαΐαν (60) τὸν προφήτην· καὶ ἕν τινι ἀποκρύφῳ τοῦτο φέρεται·
伝承が、預言者イザヤが鋸で切られた (60) と言っていることは明らかであり (59)、ある外典の中にこれが伝えられている。
ὅπερ τάχα ἐπίτηδες ὑπὸ Ἰουδαίων ῥερᾳδιούργηται, λέξεις τινὰς τὰς μὴ πρεπούσας παρεμβεβληκότων τῇ γραφῇ, ἵνʼ ἡ ὅλη ἀπιστηθῇ (61) ἀλλʼ εἰκός τινα, θλιβόμενον ἀπὸ τῆς εἰς ταῦτα ἀποδείξεως, συγχρήσασθαι τῷ βουλήματι (62) τῶν ἀθετούντων τὴν Ἐπιστολὴν, ὡς οὺ Παύλῳ γεγραμμένην·
それは、おそらくユダヤ人たちによって、書物全体が信用されなくなるように (61)、不適切な特定の言葉を書物の中に挿入するという悪だくみが故意になされたのである。 しかし、これらに対する証明によって窮地に追い込まれた者が、その手紙(ヘブライ書)をパウロによって書かれたものではないとして退ける人々の意図 (62) に便乗することはありそうなことである。
πρὸς ὅν ἅλλων λόγων κατʼ ἰδίαν χρῄζομεν εἰς ἀπόδειξιν τοῦ εἷναι Παύλου τὴν ἐπιστολήν.
そのような者に対しては、その手紙がパウロのものであることを証明するために、別に私信において別の議論が必要である。
Παραθήσομαι οὖν ἐπὶ τοῦ παρόντος ἀπὸ τοῦ Εὐαγγελίου τὰ ὑπὸ Ἰησοῦ Χριστοῦ περὶ τῶν προφητῶν μαρτυρούμενα, καὶ ἱστορίαν ὑπʼ αὐτοῦ μὲν λεγομένην, ἐν δὲ ταῖς παλαιαῖς Γραφαῖς μὴ φερομένην, ἐπεὶ καὶ αὐτὴ κατηγορίαν περιέχει τῶν ἀνόμων ἐν τῷ Ἰσραὴλ κριτῶν ἕχει δὲ οὕτως ἡ ὑπὸ τοῦ Σωτῆρος εἰρημένη λέξις.
それゆえ、さしあたり福音書から、イエス・キリストによって預言者たちについて証言されている事柄、すなわち、彼自身によって語られているが、旧い聖書の中には伝わっていない物語を提示しよう。 なぜなら、それ自体もイスラエルにおける不法な裁判官たちへの非難を含んでいるからである。 救い主によって語られた言葉は次の通りである。
« Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα (63) τῶν δικαίων, καὶ λέγετε·
「わざわいだ、あなた方、偽善者なる学者たちとファリサイ派の人々。 あなた方は預言者たちの墓を建て、義人たちの記念碑 (63) を飾り、こう言うからである。
Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἄν ἧμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
『もし私たちが先祖の時代に生きていたなら、預言者たちの血を流すことに彼らの仲間にはならなかっただろう』と。
Ὥστε μαρτυρεῖτε ἑαυτοῖς, ὅτι υἱοὶ ἐστὲ τῶν φονευσάντων τοὺς προφήτας.
こうしてあなた方は、自分たちが預言者たちを殺した者たちの子であることを、自分自身に対して証言しているのである。
Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
あなた方もまた、先祖たちの尺度を満たしなさい。
Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεἐννης;
蛇よ、蝮の子らよ、どうしてあなた方はゲヘナの審判から逃れられようか。
Διὰ τοῦτο ἰδοὺ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς.
それゆえ、見よ、私はあなた方のもとに預言者、知者、学者たちを遣わす。
Ἐξ αὐτῶν ἀποκτενεῖτε, καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν, ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὅν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
あなた方は彼らのうちのある者を殺し、十字架につけ、またある者をあなた方の会堂で鞭打ち、町から町へと追い立てるであろう。 地上に流されたすべての義しい血が、義人アベルの血から、あなた方が神殿と祭壇の間で殺したバラキヤの子ザカリヤの血に至るまで、あなた方に帰するためである。
Ἀμὴν λέγω ὑμῖν, ὅτι ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
はっきりとあなた方に言うが、これらのことはすべて、この世代に臨むであろう。
» Καὶ τὸ ἐξῆς δὲ τούτων, οὐκ ἀπᾴδει τῶν προκειμένων οὕτως ἕχον·
」そして、これらに続く箇所も、以下のように述べられており、提示された内容と矛盾しない。
Ἰερουσαλὴμ, Ἰερουσαλὴμ, ἡ ἀποκτείνασα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν·
「エルサレム、エルサレム、預言者たちを殺し、自分に遣わされた人々を石で打つ者よ。
ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὅν τρόπον ὄρνις συνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἐθελήσατε·
雌鳥がその雛を翼の下に集めるように、私は何度あなたの子らを集めようとしたことか。 しかし、あなた方は望まなかった。
ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἕρημος.
見よ、あなた方の家は荒れ果てたまま残される。
» Καὶ ἵδωμέν γε εἰ μὴ λεκτέον, ἐν τούτοις, τὸν μὲν Σωτῆρα ἀληθεύειν, οὐχ εὑρίσκεσθαι δὲ τὰς Γραφὰς, ὅσαι δηλοῦσι τὰ ὑπὸ τοῦ Σωτῆρος ἱστορούμενα·
」そして、これらのことにおいて、救い主は真実を語っているが、救い主によって語られた物語を示している聖書は見出されない、と言うべきではないかどうかを見てみよう。
οἱ γὰρ οἰκοδομοῦντες τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμοῦντες τὰ μνημεῖα τῶν δικαίων, καταγνόντες τῶν ὑπὸ τῶν πρεσβυτέρων εἰς ἐπὶ πολλοῖς (67), καὶ ταῦτα λέγει·
というのも、預言者たちの墓を建て、義人たちの記念碑を飾り、長老たちによって…にされたことを非難した人々は、多くのことについて (67)、そして(ステファノは)こう言っている。
« Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν, καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε;
「あなた方の先祖が迫害しなかった預言者が誰かいたでしょうか。 彼らは、あの義しい方の到来をあらかじめ告げた人々を殺しました。 そして今や、あなた方はその方の裏切り者、人殺しとなったのです。
» Ἀληθεύειν μὲν γὰρ τὸν Στέφανον πᾶς ὁστισοῦν τῶν προσιεμένων τὰς Πράξεις τῶν ἀποστόλων ὁμολογήσει ἀποδεῖξαι δὲ καὶ ἀπὸ τῆς παλαιᾶς Διαθήκης, πῶς εὐλόγως μέμφεται τοῖς πατράσι τῶν εἰς τὸν Ἰησοῦν ἀπιστούντων, ὡς διώξασι τοὺς προφήτας καὶ ἀποκτείνασιν, οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς Καινῆς (68) Διαθήκης·
」というのも、使徒言行録を受け入れる人なら誰でも、ステファノが真実を語っていることを認めるからである。 しかし、イエスを信じない人々の先祖が、預言者たちを迫害し殺害したとして、彼らを非難することがいかに理にかなっているかを、旧約聖書から証明することは、現在伝わっている新約 (68) 聖書の書物からでは不可能である。
καὶ ὁ Παῦλος ἐν τῇ προτέρᾳ τῆς πρὸς Θεσσαλονικεῖς ἐπιστολῆς ταῦτα περὶ Ἰουδαίων μαρτυρῶν φησίν·
また、パウロもテサロニケ人への第一の手紙において、ユダヤ人について証言して次のように言っている。
« ῾ Υμεῖς γὰρ μιμηταὶ ἐγενήθητε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, τῶν οὐσῶνὲν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ·
「あなた方は、キリスト・イエスにあってユダヤにある神の諸教会を模倣する者となったからです。
ὅτι καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε ὑπὸ τῶν ἰδίων (69) συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων, καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων (70), καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι, ἵνα σωθῶσι.
あなた方も、彼らがユダヤ人たちから受けたのと同じ苦しみを、自分の同胞 (69) から受けたからです。 ユダヤ人たちは、主イエスをも、また預言者たちをも殺し、私たちをも追い出し (70)、神に気に入られず、すべての人に敵対し、異邦人に語って彼らを救わせまいと、私たちを妨げているのです。
» Καὶ οἶμαι δὲ ἀποδεδειχέναι ἐν τοῖς προκειμένοις, ὅτι οὐδὲν ἄτοπόν (71) ἐστι, γεγονέναι μὲν τὴν ἱστορίαν, καὶ τὴν μετὰ πολλῆς ἀκολασίας ὠμότητα τετολμῆσθαι τοῖς τότε πρεσβυτέροις κατὰ τῆς Σωσάννης, καὶ γεγράφθαι μὲν προνοίᾳ τοῦ Πνεύματος, ὑπεξαιρεῖσθαι δὲ, ὡς ἂν εἵποι τὸ Πνεῦμα, ὑπὸ τῶν ἀρχόντων Σοδόμων.
」そして、これまでに提示したことによって、物語が実際に起こり、当時の長老たちによってスザンナに対して極めて放縦な残虐行為が敢行され、聖霊の摂理によって書き残されたものの、聖霊が言うであろうところの「ソドムの支配者たち」によって排除されたということは、何ら不都合な (71) ことではないと私は証明できたと思う。