§6.26κϚ΄. Ἔστω, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ Α∠ πρὸς τὸ ἀπὸ ∠ ὅτι τὸ ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς Β∠ τετραγώνῳ.
κϚ΄. ΑΒ の ΒΓ に対する比が、Α∠ の平方の ∠ の平方に対する比に等しいとせよ。 このとき、ΑΒ, ΒΓ の包む長方形は Β∠ の平方に等しい。
κείσθω τῇ Γ∠ ἴση ἡ ∠Ε·
Γ∠ に等しい ∠Ε が置かれるとせよ。
τὸ ἄρα ὑπὸ ΕΑΓ μετὰ τοῦ ἀπὸ Γ∠, τουτέστιν τοῦ ὑπὸ Γ∠Ε, ἴσον τῷ ἀπὸ Α∠.
したがって、ΕΑ, ΑΓ の包む長方形と Γ∠ の平方(すなわち Γ∠, ∠Ε の包む長方形)の和は、Α∠ の平方に等しい。
ἐπεὶ οὗν ἐστιν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως τὸ ἀπὸ Α∠ πρὸς τὸ ἀπὸ ∠Γ, διελόντι ἐστίν, ὡς ἡ ΑΓ πρὸς τὴν ΓΒ, τουτέστιν ὡς τὸ ὑπὸ ΕΑΓ πρὸς τὸ ὑπὸ ΕΑ, ΒΓ οὕτως τὸ ὑπὸ ΕΑΓ πρὸς τὸ ὑπὸ Γ∠Ε ἴσον ἄρα ἐστὶν τὸ ὑπὸ ΑΕ, ΒΓ τῷ ὑπὸ Γ∠Ε. ἀνάλογον καὶ διελόντι ἐστίν, ὡς ἡ Α∠ πρὸς τὴν ∠Ε, τουτέστιν πρὸς τὴν ∠Γ, οὕτως ἡ ∠Β πρὸς τὴν ΒΓ καὶ λοιπὴ ἄρα ἡ ΑΒ πρὸς λοιπὴν τὴν Β∠ ἐστιν, ὡς ἡ Β∠ πρὸς τὴν ΒΓ. τὸ ἄρα ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς Β∠ τετραγώνῳ.
したがって、ΑΒ の ΒΓ に対する比が、Α∠ の平方の ∠Γ の平方に対する比に等しいので、分比にすると、ΑΓ の ΓΒ に対する比(すなわち ΕΑ, ΑΓ の包む長方形の ΕΑ, ΒΓ の包む長方形に対する比)は、ΕΑ, ΑΓ の包む長方形の Γ∠, ∠Ε の包む長方形に対する比に等しい。 したがって、ΑΕ, ΒΓ の包む長方形は Γ∠, ∠Ε の包む長方形に等しい。 比例し、また分比にすると、Α∠ の ∠Ε(すなわち ∠Γ)に対する比は、 ∠Β の ΒΓ に対する比に等しい。 したがって、残りの ΑΒ の残りの Β∠ に対する比も、Β∠ の ΒΓ に対する比に等しい。 したがって、ΑΒ, ΒΓ の包む長方形は Β∠ の平方に等しい。
§6.27κζ΄. Ἔστω δὲ πάλιν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ. οὕτως τὸ ἀπὸ Α∠ τετράγωνον πρὸς τὸ ἀπὸ ∠Γ τετράγωνον·
κζ΄. 再び、ΑΒ の ΒΓ に対する比が、Α∠ の平方の ∠Γ の平方に対する比に等しいとせよ。
ὅτι τὸ ὑπὸ ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς Β∠ τετραγώνῳ.
このとき、ΑΒ, ΒΓ の包む長方形は Β∠ の平方に等しい。
κείσθω γὰρ ὁμοίως τῇ Γ∠ ἴση ἡ ∠Ε·
同様に、Γ∠ に等しい ∠Ε が置かれるとせよ。
τὸ ἄρα ὑπὸ ΓΑΕ μετὰ τοῦ ἀπὸ Γ∠, τουτέστιν τοῦ ὑπὸ Ε∠Γ, ἴσον τῷ ἀπὸ Α∠.
したがって、ΓΑ, ΑΕ の包む長方形と Γ∠ の平方(すなわち Ε∠, ∠Γ の包む長方形)の和は、Α∠ の平方に等しい。
καὶ γίνεται κατὰ διαίρεσιν, ὡς ἡ ΑΓ πρὸς τὴν ΓΒ, τουτέστιν ὡς τὸ ὑπὸ ΕΑΓ πρὸς τὸ ὑπὸ ΕΑ, ΓΒ, οὕτως τὸ ὑπὸ ΓΑΕ πρὸς τὸ ὑπὸ Ε∠ ἴσον ἄρα ἐστὶν τὸ ὑπὸ ΑΕ. ΓΒ τῷ ὑπὸ Ε∠Γ. ἀνάλογον καὶ συνθέντι ἐστίν, ὡς ἡ Α∠ πρὸς τὴν ∠Ε, τουτέστιν πρὸς τὴν ∠Γ. οὕτως ἡ ∠Β πρὸς τὴν ΒΓ καὶ ὅλη ἄρα ἡ ΑΒ πρὸς ὅλην τὴν Β∠ ἐστιν, ὡς ἡ Β∠ πρὸς τὴν ΒΓ. τὸ ἄρα ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς Β∠ τετραγώνῳ.
そして、分割によって、ΑΓ の ΓΒ に対する比(すなわち ΕΑ, ΑΓ の包む長方形の ΕΑ, ΓΒ の包む長方形に対する比)は、ΓΑ, ΑΕ の包む長方形の Ε∠ の包む長方形に対する比に等しくなる。 したがって、ΑΕ, ΓΒ の包む長方形は Ε∠, ∠Γ の包む長方形に等しい。 比例し、また合比にすると、Α∠ の ∠Ε(すなわち ∠Γ)に対する比は、∠Β の ΒΓ に対する比に等しい。 したがって、全体の ΑΒ の全体の Β∠ に対する比も、Β∠ の ΒΓ に対する比に等しい。 したがって、 ΑΒ, ΒΓ の包む長方形は Β∠ の平方に等しい。
§6.28κη΄. Κύκλου τοῦ ΑΒΓ ἐφαπτέσθωσαν αἱ Α∠, ∠Γ, καὶ ἐπεζεύχθω ἡ ΑΓ. καὶ διήχθω τυχοῦσα ἡ ∠Β·
κη΄. 円 ΑΒΓ に Α∠, ∠Γ が接しているとし、ΑΓ が結ばれるとせよ。 そして任意の直線 ∠Β が引かれるとせよ。
ὅτι γίνεται, ὡς ἡ Β∠ πρὸς τὴν ∠Ε, οὕτως ἡ Β πρὸς τὴν ΖΕ.
ἐπεὶ γὰρ ἴση ἐστὶν ἡ Α∠ τῇ ∠Γ, τὸ ἄρα ὑπὸ ΑΖΓ μετὰ τοῦ ἀπὸ Ζ∠ ἴσον ἐστὶν τῷ ἀπὸ ∠Α. ἀλλὰ τὸ μὲν ὑπὸ ΑΖΓ ἴσον ἐστὶν τῷ ὑπὸ ΒΖΕ, τὸ δὲ ἀπὸ ∠Α. ἐστιν τὸ ὑπὸ Β∠Ε·
このとき、Β∠ の ∠Ε に対する比は、Β [Ζ] の ΖΕ に対する比に等しい。 なぜなら、Α∠ は ∠Γ に等しいので、したがって、ΑΖ, ΖΓ の包む長方形と Ζ∠ の平方の和は、∠Α の平方に等しい。 しかし、ΑΖ, ΖΓ の包む長方形は ΒΖ, ΖΕ の包む長方形に等しく、∠Α の平方は Β∠, ∠Ε の包む長方形に等しい。
τὸ ἄρα ὑπὸ ΒΖΕ μετὰ τοῦ ἀπὸ ∠Ζ ἴσον ἐστὶν τῷ ὑπὸ Β∠Ε. ἐὰν δὲ τοῦτο, γίνεται, ὡς ἡ Β∠ πρὸς τὴν ∠Ε, οὕτως ἡ ΒΖ πρὸς τὴν ΖΕ.
したがって、ΒΖ, ΖΕ の包む長方形と ∠Ζ の平方の和は、Β∠, ∠Ε の包む長方形に等しい。 そして、もしこれ(が成り立つ)ならば、Β∠ の ∠Ε に対する比は、ΒΖ の ΖΕ に対する比に等しくなる。