§10.def2.1ὑποκειμένης ῥητῆς καὶ τῆς ἐκ δύο ὀνομάτων διῃρημένης εἰς τὰ ὀνόματα, ἧς τὸ μεῖζον ὄνομα τοῦ ἐλάσσονος μεῖζον δύναται τῷ ἀπὸ συμμέτρου ἑαυτῇ μήκει, ἐὰν μὲν τὸ μεῖζον ὄνομα σύμμετρον ᾖ μήκει τῇ ἐκκειμένῃ ῥητῇ, καλείσθω ἐκ δύο ὀνομάτων πρώτη.
有理直線が設定され、二名線がその名に分割されており、その大名が小名よりも、自身と長さにおいて通約可能な直線の上の正方形の分だけ平方において大きいと仮定されているとき、もし大名が設定された有理直線と長さにおいて通約可能であるならば、第一二名線と呼ばれよ。
§10.def2.2ἐὰν δὲ τὸ ἔλασσον ὄνομα σύμμετρον ᾖ μήκει τῇ ἐκκειμένῃ ῥητῇ, καλείσθω ἐκ δύο ὀνομάτων δευτέρα.
しかし、もし小名が設定された有理直線と長さにおいて通約可能であるならば、第二二名線と呼ばれよ。
§10.def2.3ἐὰν δὲ μηδέτερον τῶν ὀνομάτων σύμμετρον ᾖ μήκει τῇ ἐκκειμένῃ ῥητῇ, καλείσθω ἐκ δύο ὀνομάτων τρίτη.
しかし、もしどちらの名も設定された有理直線と長さにおいて通約可能でないならば、第三二名線と呼ばれよ。
§10.def2.4πάλιν δὴ ἐὰν τὸ μεῖζον ὄνομα μεῖζον δύνηται τῷ ἀπὸ ἀσυμμέτρου ἑαυτῇ μήκει, ἐὰν μὲν τὸ μεῖζον ὄνομα σύμμετρον ᾖ μήκει τῇ ἐκκειμένῃ ῥητῇ, καλείσθω ἐκ δύο ὀνομάτων τετάρτη.
他方また、もし大名が、自身と長さにおいて通約不能な直線の上の正方形の分だけ平方において大きいとして、もし大名が設定された有理直線と長さにおいて通約可能であるならば、第四二名線と呼ばれよ。
§10.def2.5ἐὰν δὲ τὸ ἔλασσον, πέμπτη.
しかし、もし小名がそうであるならば、第五。
§10.def2.6ἐὰν δὲ μηδέτερον, ἕκτη.
しかし、もしどちらでもないならば、第六。