§27#2Οἱ δὲ ταῦτα ἀκούσαντες καὶ ἐλθόντες ἐς Κῶ, τὰ μαντευθέντα ἀπήγγειλαν·
彼らはこれを聞いてコスへ行き、神託の内容を告げた。
ἀπορεύντων δὲ τῶν Κώων καὶ ἀγνοεύντων τὸ μάντευμα, ἀνέστη ἀνὴρ, γένος μὲν Ἀσκληπιάδης, πρόγονος δὲ ἡμέτερος, ἰητρὸς δὲ Ἑλλήνων κράτιστος ὁμολογούμενος τῶν τότε, ὄνομά οἱ ἦν Νεβρὸς, ὅστις ὀνομαστὶ ἔφη τὸ θέσφατον ἥκειν πρὸς ἑωυτόν·
コス人たちが途方に暮れ、神託の意味を測りかねていると、ある男が立ち上がった。 家系はアスクレピオス家、私たちの先祖であり、当時のギリシア人で最も優れた医師と認められていた者で、名はネブロスといった。 彼は、その神託が自らの名指しによって自分自身のもとに届いているのだと言った。
εἴπερ ὁ θεὸς οὕτω παρῄνεσεν ὑμῖν, ἐλθόντας ἐς Κῶ ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγαγεῖν·
「もし神があなた方に、コスへ行って『鹿の子』を支援として連れてくるようにと本当に勧告されたのであれば。
Κὼς μὲν γὰρ αὐτὴ, τὰ δὲ ἐλάφων ἔκγονα νεβροὶ καλέονται, Νεβρὸς δέ μοι οὔνομα, ἐπικουρίη δ’ ἂν ἄλλη τίς·
というのも、コスはまさにこの地であり、鹿の子供はネブロスと呼ばれ、私の名はネブロスなのですから。
προτέρα γένοιτο στρατοπέδῳ νοσέοντι ἰητροῦ;
そして、病に侵された軍勢にとって、医師に先立つ他のいかなる支援があるでしょうか。
καὶ μὴν τόδε εὐθὺ ἐχόμενον, οὐ δοκέω, ὅτι τοὺς τοσοῦτον Ἑλλήνων ὑπερέχοντας ὄλβῳ ἐξ Κῶ προελθόντας ἔταξεν ὁ θεὸς, νόμισμα χρυσοῦν αἰτεῖν·
さらに、これに直結する次のこととして、富においてギリシア人のうちこれほど優れている者たちがコスから進み出て、金貨を要求することを神が命じたとは私は思いません。
ἀλλὰ τοῦτο τὸ θέσφατον ἐς τὴν ἐμὴν οἰκίην ἔρχεται·
むしろ、この神託は私の家を指しているのです。
Χρύσος γάρ μοι κεκλέαται ἀῤῥένων παίδων ὁ νεώτατος ἔστι δὲ πάντῃ καὶ ἰδέῃ καὶ ἐς ψυχὴν· ἀρετῇ, ὡς πατέρα λέγειν, διάκριτος τῶν πολιτῶν.
なぜなら、私の男児の末っ子はクリュソスと呼ばれており、彼は容姿においても魂の徳においてもあらゆる点で、父親として言わせてもらえれば、市民の中で抜きん出ているからです。
Ἐγὼ μὲν οὖν, εἰ μὴ ὑμῖν ἄλλο δοκέει, αὐτός τε εἶμι καὶ τὸν παῖδα ἄξω, πεντηκόντορον πληρώσας τοῖς ἐμοῖς τέλεσιν, ὑπηρεσίας τε ἰητρικὰς καὶ πολεμικὰς, ἵνα εἰς ἀμφότερα βοηθῶμεν.
それゆえ、もしあなた方が他に違う考えを持たないのであれば、私自身が赴き、また息子を連れていきましょう。 自費で 50双橈船を満たし、医療と戦闘の両方の任務を携えて、私たちが両面で援助できるようにするつもりです。
Ὁ μὲν εἶπε, τοῖς δὲ ἔδοξεν, οἱ δὲ ἀπεστάλησαν.
」彼がこう語ると、人々は同意し、彼らは送り出された。
Συνενέβησε δὲ ὁ Νεβρὸς οὗτος καὶ Καλυδώνιον ἄνδρα παρ’ ἑωυτέῳ τρεφόμενον, ὑπὲρ οὗ τὸ αὐτίκα ὁ λόγος δηλώσει, ὅταν ἡ χρῆσις ἔλθῃ.
このネブロスはまた、自分のもとで養われていたカリュドン人の男も同行させた。 この男については、必要が生じたときに、この話の中でただちに明らかにする。
Ὅτε δ’ οὖν ἀφίκοντο οὗτοι οἱ ἄνδρες οὗ τὸ στρατόπεδον ἐπετελεῖτο, ὁ θεὸς ἔχαιρεν·
さて、これらの男たちが、陣営が敷かれていた場所に到着すると、神は喜ばれた。
οἵ τε γὰρ θάνατοι τῶν στρατιωτῶν ἔληξαν, καὶ θείῃ τύχῃ ἵππου τοῦ Εὐρυλόχου, ὃς ἡγεῖτο τοῦ πολέμου Θεσσαλὸς ἐὼν καὶ ἄνωθεν ἐξ Ἡρακλειδῶν, κρούσαντος τὸν σωλῆνα τῇ ὁπλῇ, δι’ οὗ τὸ ὕδωρ ἤγετο ἐς τὸ τεῖχος, ὁκότε διακονίεσθαι ἤθελεν, Νεβρὸς φαρμάκοισιν ἐμίηνε τὸ ὕδωρ·
兵士たちの死は止み、また神の幸運によって、エウリュロコスの馬が――彼はテッサリア人で、古くはヘラクレスの末裔であり、この戦争を率いていたのだが――城壁へ水を導いていた送水管をその蹄で叩いたとき(彼が給水させようとしたとき)、ネブロスは薬物によってその水を汚したのである。
ἔνθεν αἱ κοιλίαι τῶν Κρισαίων ἐφθάρησαν, καὶ μεγάλα δή τι ξυνεβάλετο πρὸς τὸ ἁλῶναι τὴν πόλιν·
それによりクリサ人たちの腸が破壊され、このことが都市を攻略する上で大いに貢献した。
καὶ ἐντεῦθεν αἱ γνῶμαι ἐπήρθησαν τῶν πολιορκεόντων, ὡς τοῦ θεοῦ ἐπικουρέοντος ἤδη σαφῶς.
そしてこれにより、今や神が明らかに助けておられるとして、包囲していた者たちの士気は高まった。
Προσβολὰς δὲ ποιευμένων καὶ ἆθλα προτιθέντων τοῖς πρώτοις ἐπὶ τὸ τεῖχος ἀναβήσασιν, ὁ ἀγὼν ἦν καρτερώτατος, καὶ ἡ πόλις ᾑρεῖτο·
彼らが攻撃をしかけ、城壁に最初に登った者たちに恩賞を提示すると、戦闘は極めて激しくなり、都市は占領された。
ἀνέβη γὰρ πρῶτος ἐπὶ τὸ τεῖχος Χρύσος καὶ κατέλαβε τὸν πύργον, ξυνείπετο δὲ αὐτέῳ ἐκ ποδὸς ξυνασπίζων ὁ ἀνὴρ ὁ Καλυδώνιος, περὶ οὗ προέλεξα.
なぜなら、クリュソスが最初に城壁に登って塔を占拠し、先に私が述べたカリュドン人の男が、彼の背後にぴったりとついて共に盾を並べて進んだからである。
Ὁ μὲν Χρύσος δόρατι πληγεὶς ἔπεσε κατ’ ἄκρης ἐκ τοῦ πύργου ὑπὸ Μερμοδέω, τοῦ Λύκου δὲ ἀδελφεοῦ, ὃς ἀπέθανε λευσθεὶς, ὅτε ἦλθεν εἰς τὸ ἄδυτον τὸν τρίποδα συλήσων.
クリュソスは、リュコスの兄弟であるメルモデースによって槍で打たれ、塔の頂上から真っ逆さまに落ちたが、そのメルモデースは、三脚釜を略奪しようとアデュトンに入ってきたときに石打ちにされて死んだ。
Ἡ δ’ οὖν πόλις οὕτως ἥλω·
こうして都市は陥落した。
ἥ τε τοῦ Νεβροῦ ἐπικουρίη σὺν Χρύσῳ ὀρθῶς ἀπήντησε καὶ κατὰ τὰ ἰατρικὰ καὶ κατὰ τὰ πολεμικὰ, ὅ τε θεὸς ἠλήθευσε, καὶ ἃ ὑπέσχετο ἐποίησεν.
クリュソスを伴ったネブロスの援助は、医術の面でも戦争の面でも的確に功を奏し、神は真実を語り、約束されたことを果たされた。
Ἐφ’ οἷς οἱ Ἀμφικτύονες τῷ μὲν Ἀπόλλωνι νηὸν ἀνέθεσαν, τὸν νῦν ἐόντα ἐν Δελφοῖς, ἀγῶνά τε γυμνικὸν καὶ ἱππικὸν πρότερον οὐ τιθέντες νῦν τιθέασι, τήν τε τῶν Κρισαίων χώρην ἅπασαν καθιέρωσαν, τῷ δόντι ἃ ἔδωκε διδόντες καθ’ ὅ τι ἔχρησε, τόν τε τοῦ Νεβροῦ παῖδα Χρύσον ἔθαψαν ἐν τῷ ἱπποδρόμῳ, καὶ ξυνέταξαν δημοσίῃ Δελφοὺς ἐναγίζειν·
これに対して隣隣同盟の人々は、アポロンに現在デルポイにある神殿を捧げ、以前は開催していなかった体育と競馬の競技を今や開催するようになり、クリサ人の土地全体を神聖なものとして捧げ、与えてくれた者に彼が与えたものを、神託の指示通りに捧げ、またネブロスの息子クリュソスを競馬場に葬り、デルポイの人々に対して公に彼に死者供養を行うよう命じた。
Ἀσκληπιάδαις δὲ τοῖς ἐν Κῷ ἐδόθη Νεβροῦ χάριτι προμυθίη πρὸς μαντείην, καθάπερ τοῖσιν ἱερομνήμοσι, Καλυδωνίοις δὲ ἀπ’ ἐκείνου τοῦ ἀνδρὸς καὶ ἐκείνης τῆς ὑπουργίης καὶ νῦν ἐν Δελφοῖς προμαντείη καὶ αἰεισιτίη δέδοται.
また、コスのアスクレピオス家の人々には、ネブロスの功績への返礼として、代表委員たちと同様に、優先神託伺い権が与えられ、カリュドン人には、あの男とあの奉仕のおかげで、今でもデルポイにおける優先神託伺い権と、永久の食事支給権が与えられている。
Ἀλλ’ ἐπάνειμι ἐπὶ τὰ ἡμέτερα·
しかし、私たちの話に戻りましょう。
ὅτι γὰρ ἀληθέα λέγω, τοῦ πατρὸς καὶ ἐμεῦ ἐπελθόντων, Ἀμφικτύονες ἀνενεώσαντο ταῦτα καὶ ἀπέδοσαν, καὶ ἐν στήλῃ ἀναγράψαντες ἐν Δελφοῖς ἀνέθεσαν.
私が真実を語っていることは、私の父と私が赴いたときに、隣隣同盟の人々がこれらを更新して承認し、碑に刻んでデルポイに奉納したことからも明らかです。
Καὶ τούτου μέν μοι τοῦ λόγου τέλος·
そして、これで私のこの話は終わりです。
ἐνταῦθα καθαρῶς δείκνυσιν τοὺς ἡμετέρους προγόνους ὑμέων εὐεργέτας.
これにより、私たちの先祖があなた方の恩人であることが明白に示されています。
Τοῦτον δὲ καθέμενος, ἄλλον αἱρήσομαι περὶ τῶν αὐτῶν, οὐ τὸν αὐτόν·
この話を脇に置いて、同じ事柄に関する別の、しかし異なる話を取り上げましょう。
ὅτε γὰρ βασιλεὺς ὁ μέγας ξὺν Πέρσαισι καὶ τοῖς ἄλλοις βαρβάροις ἐστράτευσεν ἐπὶ τοὺς μὴ διδόντας ὕδωρ καὶ γῆν Ἑλλήνων, ἡ πατρὶς ἡ ἡμετέρη εἵλετο μᾶλλον πανδημεὶ ἀπολέσθαι, ὡς μὴ καθ’ ὑμέων τε καὶ τῶν ταὐτὰ ὑμῖν γινωσκόντων ὅπλα πολέμια λάβῃ καὶ ἐν νεῦσι στρατείην ἀποστείλῃ, ἀλλ’ ἀνένευσε καλόν τι καὶ ἄξιον τῶν πατέρων μεγαλοφρονευμένη, οἳ λέγονται γηγενέες τε εἶναι καὶ Ἡρακλεῖδαι.
すなわち、大王がペルシア人や他の異民族と共に、水と土を差し出さなかったギリシア人に対して遠征したとき、私たちの祖国は、あなた方やあなた方と同じ志を持つ者たちに対して戦火を交えたり、船で軍隊を送ったりすることのないよう、むしろ国を挙げて滅びることを選びました。 それどころか、誇り高くも、大地の子供にしてヘラクレスの末裔と言われる先祖たちにふさわしい、美しい拒絶をしたのです。