§27#127. Πρεσβευτικὸς Θεσσαλοῦ Ἱπποκράτους υἱοῦ.
27. ヒッポクラテスの子テッサロスによる使節報告演説。
Προσήκειν ἡγέομαι, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμέας καὶ μὴ γινωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον δηλῶσαι μὲν ὅστις καὶ ὅθεν ἐστὶ, μετὰ δὲ ταῦτα τῶν ἄλλων λόγων ἅπτεσθαι.
アテナイの諸君、あなた方の前に立って発言しようとする者で、群衆全体に知られていない者は、まず自分が誰でどこから来たかを明らかにし、その後に他の言葉に取りかかるべきであると私は考えます。
Ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃ ὑμεῖς γινώσκετε ἐν ἰητρικῇ ἡλίκην δύναμιν ἔχει.
私の父はヒッポクラテスであり、彼が医術においてどれほど大きな力を持っているかは、あなた方も知っている通りです。
Οὔνομα δὲ Θεσσαλός·
名はテッサロスです。
γινώσκομαι δὲ κᾀγὼ οὐκ ἐν δευτέροις ὑμέων, οὐδ’ ὀλίγοις, πατρὶς δέ μοι Κῶς, ἣν ὅπως ὑμῖν οἰκείη ἐστὶν ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσιν οἵ τινες ἱστορίην ἐξηγήσασθαι δυνατώτεροι.
私もまた、あなた方のうちで二流ではなく、また少なからぬ人々に知られており、私の祖国はコスです。 それがどのように古代からあなた方と親しい関係にあるかは、歴史を詳しく説明する能力がより高い他の人々が語るでしょう。
Ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, τέσσαρας ἔχων εὐεργεσίας εἰπεῖν παρ’ ἡμῶν εἰς ὑμᾶς γεγενημένας·
私は父によって派遣されて来ましたが、私たちからあなた方に対してなされた、語るべき四つの恩恵を携えています。
τὴν μέν τινα παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτύονας, ὧν ὑμέες οὐκ ἐλαχίστη μοῖρα·
第一は、祖先たちの時代における古いもので、隣隣同盟のすべての人々に共通するものであり、あなた方はその小さからぬ一翼を担っています。
τὴν δὲ ἑτέρην ἔτι μείζω ταύτης καὶ διικνουμένην ἐς Ἑλλήνων τοὺς πλείστους·
第二は、これよりもさらに大きく、ギリシア人の大部分に及ぶものです。
καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐοῦσαι·
そしてこれらは、私の都市と私の先祖たちに帰属するものであることが明らかになるでしょう。
ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδίη, καὶ τηλικαύτη ὅσην εἷς ἀνὴρ οὐδεὶς ὑμῖν τε καὶ πολλοῖς Ἑλλήνων κατέθετο·
第三は、父個人のものであり、他にいかなる一人の人間もあなた方や多くのギリシア人のために施したことがないほどに大いなるものです。
ἡ δ’ ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμὴ, καὶ οὐκ ἔτι ἐς πλείονας, ἀλλ’ ἐς ὑμᾶς αὐτοὺς διικνεομένη, ἣ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας μικρὴ ἂν φανείη, πρὸς δὲ ἑτέρων χάριτας μετρεομένη μεγάλη.
そして四つのうち最後の一波は、父と私に共通するもので、もはやより多くの人々ではなく、あなた方自身だけに及ぶものであり、これは前の恩恵に比べれば小さく見えるかもしれませんが、他の人々の受ける恩恵と比べれば大きいものです。
Αἱ μὲν δὴ εὐεργεσίαι τοιαῦται οὕτως ἔχουσιν ἃς ἔφην εἶναι, ὡς συνελόντι εἰπεῖν, δεῖ δὲ μὴ μοῦνον φάναι, ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶν ἀληθέες.
さて、私が存在すると言った恩恵は、要約して言えばこのようなものですが、単に主張するだけでなく、それらが真実であることを示す必要もあります。
Ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷς τάχ’ ἄν με καταλάβοιτε μακρότερα καὶ μυθωδέστερα εἰπεῖν·
そこで、演説の始まりを援助の始まりとし、最も古い事柄を最初に語りましょう。
ποθεῖ δέ πως ἀρχαίως λέγεσθαι.
その中で、おそらく私があまりに長々と、また神話的に語っていると気づかれるかもしれませんが、古代のことはどうにか古風に語られることを求めているのです。
Ἦν γὰρ χρόνος ὅτ’ ἦν Κρίσαιον ἔθνος, ἐῴκεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ’ εἶχον ἥ γε νῦν τῷ Ἀπόλλωνι καθιέρωται·
かつてクリサ人という民がいた時代がありました。
καλέεται δὲ τὸ μὲν Κρίσαιον πεδίον ᾧ Λοκροὶ παροικέουσι καὶ ᾧ Μέλαινα πρόσεισι·
彼らはピュティアの神殿の周囲に住み、現在アポロンに捧げられている土地を所有していました。
τὸ δὲ Κίρφιον ὅρος, ᾧ Φωκέες παράκεινται.
その一部は、ロクリス人が近くに住み、メラィナが接しているクリサ平原と呼ばれ、他の一部はフォキス人が隣接するキルピス山と呼ばれています。
Οὗτοι δὲ οἱ Κρίσαιοι γενόμενοι τότε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τουτέοις τοῖς ἀγαθοῖς ἐπὶ κακῷ ἐχρήσαντο·
当時、このクリサ人たちは数が多く、強力で、富むようになると、これらの善きものを悪しきことのために用いました。
ἐξυβρίσαντες γὰρ πολλὰ δεινὰ καὶ παράνομα εἰργάσαντο, ἐς τὸν θεὸν ἀσεβοῦντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληϊζόμενοι, θεωροὺς συλέοντες, γυναῖκάς τε καὶ παῖδας ἀγινέοντες, καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες.
すなわち、傲慢になり、多くの恐るべき不法な行為を働き、神に対して不敬を働き、デルポイの人々を奴隷にし、近隣住民を略奪し、使節たちから強奪し、女や子供を拉致し、またその身体を陵辱したのです。
Ἀνθ’ ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν.
それに対して隣隣同盟の人々は憤慨し、彼らの土地に軍隊を侵入させ、戦いで打ち破り、その地を荒らし、都市を略奪しました。
Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες·
そこで彼らは、多くの不敬なことを行ってきたために、無惨な報いに遭遇し、彼らが行ったことに劣らない罰を支払うことになりました。
μακαριστοὶ δ’ ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν·
彼らのうち、白兵戦で命を落とした者は幸いであり、次いで幸いだったのは、槍の捕虜となり、他の土地や都市へ移送された者たちでした。
τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς·
なぜなら彼らは、自らの悲惨な状況を目の当たりにしなくて済んだからです。
οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν·
これに対して、その場に留まった捕虜たちは最も不運であり、彼らは妻や子供と共に自らの土地で虐待され、畑や都市が火にかけられるのを見つめていました。
ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ’ ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων·
しかし、これらよりもさらに悲惨な暮らしを送ったのは、城壁の中に立てこもって耐えていた者たちでした。
οὕτω γάρ που ἔθος γίνεσθαι·
彼らは上述の惨状のうち、あるものは目にし、あるものは伝え聞いたのですが、真実よりも大げさに聞き及んでいました。
καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον.
そのような状況では往々にしてそうなるものです。 そして彼らは、救われる見込みを暗く感じていました。
Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου.
その場所の近く、現在競馬の競技が行われている場所に、彼らの最大の都市があり、彼らはその城壁を修復し、他の都市から逃れてきた人々を受け入れ、役に立たないものを排除し、必要なものを運び込み、敵の攻撃によっても、また時の経過によっても都市が奪われることはないと期待して、耐え抜くつもりでいました。
Οἱ δ’ Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν.
隣隣同盟の人々は他の都市を破壊し、この都市に対しては砦を築き、包囲戦の準備を整えた後、残りの軍勢をそれぞれの都市へと解散させました。
Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο·
時が経つにつれて、陣営に疫病が発生し、兵士たちが病にかかり、ある者は死に、ある者は病のために砦を去るに及んで、隣隣同盟の人々は混乱し、それぞれ異なる意見を抱きました。
φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι·
共同の事業においては往々にしてそのようになるものです。
τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο ὅ τι χρὴ ποιεῖν, Ὁ δ’ ἐκέλευσε πολεμεῖν, καὶ ὑπισχνεῖτο κρατήσειν, ἢν ἐς Κῶ ἐλθόντες ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγάγωνται ξὺν χρυσῷ σπεύσαντες, ὡς μὴ πρότερον οἱ Κρισαῖοι ἐν τῷ ἀδύτῳ τὸν τρίποδα συλήσωσιν· εἰ δὲ μὴ, τὴν πόλιν οὐχ ἁλώσεσθαι.
ついに、この災厄に苛立ち、自らの無力を悟った彼らは、神に決定を委ね、何をすべきかを尋ねました。 すると神は戦争を続けるよう命じ、コスの地に行って「鹿の子」を、金を持って急いで救援として連れてくるならば勝利を収めるであろう、そうでなければ、クリサ人が先にアデュトンにある三脚釜を略奪するのを防げず、都市も陥落しないであろう、と約束しました。