Humanitext Reader

希波克拉底 · 书信、法令与演说集 §27#1

色萨勒斯的使节演说与克里萨战争

第 17 段,共 21 段 · 希腊语

内容简介

希波克拉底之子色萨勒斯在雅典开始他的使节演说,叙述其先祖对雅典人的恩惠,并详细讲述古代克里萨战争以及涉及科斯先祖的神谕起源。

§27#127. Πρεσβευτικὸς Θεσσαλοῦ Ἱπποκράτους υἱοῦ.
27. 希波克拉底之子色萨勒斯的外交使节演说。
Προσήκειν ἡγέομαι, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν καθιστάμενον ἐς ὑμέας καὶ μὴ γινωσκόμενον παντὶ τῷ πλήθει, πρῶτον δηλῶσαι μὲν ὅστις καὶ ὅθεν ἐστὶ, μετὰ δὲ ταῦτα τῶν ἄλλων λόγων ἅπτεσθαι.
雅典的诸位,我认为,凡是在你们面前站立发言而又不被全体群众所熟知的人,首先应当表明自己是谁、来自何处,然后才着手进行其他的论述。
Ἐμοὶ μὲν πατὴρ Ἱπποκράτης, ὃ ὑμεῖς γινώσκετε ἐν ἰητρικῇ ἡλίκην δύναμιν ἔχει.
我的父亲是希波克拉底,正如你们所知,他在医术上拥有何等巨大的影响力。
Οὔνομα δὲ Θεσσαλός· γινώσκομαι δὲ κᾀγὼ οὐκ ἐν δευτέροις ὑμέων, οὐδ’ ὀλίγοις, πατρὶς δέ μοι Κῶς, ἣν ὅπως ὑμῖν οἰκείη ἐστὶν ἐξ ἀρχαίων, ἕτεροι ἐροῦσιν οἵ τινες ἱστορίην ἐξηγήσασθαι δυνατώτεροι.
我的名字叫色萨勒斯;我在你们当中也并非无名之辈,许多人都认识我;我的祖国是科斯,关于它自古以来如何与你们保持着亲密的关系,其他更有能力阐释历史的人会加以说明。
Ἦλθον δὲ πεμφθεὶς ὑπὸ τοῦ πατρὸς, τέσσαρας ἔχων εὐεργεσίας εἰπεῖν παρ’ ἡμῶν εἰς ὑμᾶς γεγενημένας· τὴν μέν τινα παλαιὰν ἐπὶ τῶν προγόνων, κοινὴν ἐς ἅπαντας τοὺς Ἀμφικτύονας, ὧν ὑμέες οὐκ ἐλαχίστη μοῖρα· τὴν δὲ ἑτέρην ἔτι μείζω ταύτης καὶ διικνουμένην ἐς Ἑλλήνων τοὺς πλείστους· καὶ αὗται μὲν φανήσονται τῆς πόλιος καὶ τῶν προγόνων τῶν ἐμῶν ἐοῦσαι· ἡ δὲ τρίτη τοῦ πατρὸς ἰδίη, καὶ τηλικαύτη ὅσην εἷς ἀνὴρ οὐδεὶς ὑμῖν τε καὶ πολλοῖς Ἑλλήνων κατέθετο· ἡ δ’ ὑστάτη τῶν τεσσάρων κοινὴ τοῦ πατρὸς καὶ ἐμὴ, καὶ οὐκ ἔτι ἐς πλείονας, ἀλλ’ ἐς ὑμᾶς αὐτοὺς διικνεομένη, ἣ πρὸς μὲν τὰς προτέρας εὐεργεσίας μικρὴ ἂν φανείη, πρὸς δὲ ἑτέρων χάριτας μετρεομένη μεγάλη.
我是受父亲派遣而来的,带着可以对你们述说的我们对你们的四项恩惠:第一项是源自先祖时代的古老恩惠,属于所有近邻同盟成员所共有,而你们在其中占有举足轻重的分量;第二项比这更大,惠及了大多数希腊人;这些将被证明是属于我的城邦和我的先祖的恩惠;第三项是父亲个人的恩惠,其分量之重,是任何一个单枪匹马的人都未曾为你们和许多希腊人做出过的;四项中的最后一项则是父亲和我共同的,不再波及更多的人,而是直接惠及你们自身,这与先前的恩惠相比可能显得微不足道,但若与其他人的恩情相比,则是巨大的。
Αἱ μὲν δὴ εὐεργεσίαι τοιαῦται οὕτως ἔχουσιν ἃς ἔφην εἶναι, ὡς συνελόντι εἰπεῖν, δεῖ δὲ μὴ μοῦνον φάναι, ἀλλὰ καὶ ἀποδεῖξαι ὡς εἰσὶν ἀληθέες.
现在,我所说的这些恩惠就是这样的情况,简而言之,不仅需要口头声称,更需要证明它们是真实的。
Ἀρχὴν οὖν τῷ λόγῳ τὴν ἀρχὴν τῶν ὑπουργιῶν ποιήσομαι, τὰ δὲ ἀρχαιότατα πρῶτα λέξω, ἐν οἷς τάχ’ ἄν με καταλάβοιτε μακρότερα καὶ μυθωδέστερα εἰπεῖν· ποθεῖ δέ πως ἀρχαίως λέγεσθαι.
因此,我将把我的演说开篇作为我们援助的开始,首先讲述最古老的事情,在这些事情中,你们也许会觉得我讲得过于冗长且带有神话色彩;但古老的事物不知为何总是渴望被古老地讲述。
Ἦν γὰρ χρόνος ὅτ’ ἦν Κρίσαιον ἔθνος, ἐῴκεον μὲν περὶ τὸ Πυθικὸν ἱερὸν, γῆν δ’ εἶχον ἥ γε νῦν τῷ Ἀπόλλωνι καθιέρωται· καλέεται δὲ τὸ μὲν Κρίσαιον πεδίον ᾧ Λοκροὶ παροικέουσι καὶ ᾧ Μέλαινα πρόσεισι· τὸ δὲ Κίρφιον ὅρος, ᾧ Φωκέες παράκεινται.
曾经有一个时期存在着克里萨民族;他们居住在阿波罗神殿周围,拥有现在奉献给阿波罗的土地;洛克里人居住在其附近且与梅莱纳接壤的地方被称为克里萨平原,而福基斯人毗邻的山脉被称为基尔菲斯山。
Οὗτοι δὲ οἱ Κρίσαιοι γενόμενοι τότε πολλοὶ καὶ ἰσχυροὶ καὶ πλούσιοι, τουτέοις τοῖς ἀγαθοῖς ἐπὶ κακῷ ἐχρήσαντο· ἐξυβρίσαντες γὰρ πολλὰ δεινὰ καὶ παράνομα εἰργάσαντο, ἐς τὸν θεὸν ἀσεβοῦντες, Δελφοὺς καταδουλούμενοι, προσοίκους ληϊζόμενοι, θεωροὺς συλέοντες, γυναῖκάς τε καὶ παῖδας ἀγινέοντες, καὶ εἰς τὰ σώματα ἐξυβρίζοντες.
这些克里萨人当时变得人口众多、强盛且富裕,他们将这些优越条件用于邪恶之事;他们表现出极大的狂妄,犯下了许多可怕且非法的行径,对神明不敬,奴役德尔斐人,掠夺邻近居民,抢劫神圣使节,掳走妇女和儿童,并对他们的身体进行凌辱。
Ἀνθ’ ὧν Ἀμφικτύονες ὀργισθέντες, καὶ στράτευμα ἐς τὴν γῆν ἐμβαλόντες αὐτέων, καὶ μάχῃ νικήσαντες, τὴν χώρην ἐδῄουν καὶ τὰς πόλιας ἐπόρθουν.
为此,近邻同盟成员大为愤怒,派遣军队侵入他们的土地,在战斗中击败了他们,蹂躏了他们的国土,摧毁了他们的城市。
Ἔνθα πολλὰ καὶ ἀνόσια ποιήσαντες σχετλίως ἀπήντησαν, καὶ οὐ μείω ὧν ἔπραξαν τίνοντες· μακαριστοὶ δ’ ἦσαν αὐτέων οἱ ἐν χερσὶ τελευτήσαντες, δεύτεροι δὲ οἱ δορυάλωτοι γενόμενοι, οἵ τε ἐς ἑτέρην χώρην καὶ πόλιας ἐπεραιώθησαν· τὰ γὰρ σφέτερα κακὰ οὐκ εἶχον ἐν ὀφθαλμοῖς· οἱ δὲ αὐτοῦ μείναντες τῶν αἰχμαλώτων ἀτυχέστατοι ἦσαν, ὅσοι ᾐκίζοντο ἐν χώρῃ τῇ ἑωυτῶν ξὺν γυναιξὶ καὶ τέκνοις, ἀγρούς τε καὶ ἄστεα πυρὶ παραδιδόμενα ἐθεώρουν· ἔτι δὲ τουτέων κάκιον διῆγον οἱ ἐν τοῖς τείχεσι διαρκέοντες, ὁκότε τῶν εἰρημένων κακῶν ἃ μὲν ἔβλεπον, ἃ δ’ ἐπυνθάνοντο, πλέον ἀκούοντες τῶν ἀληθέων· οὕτω γάρ που ἔθος γίνεσθαι· καὶ δὴ κακὰς ἐλπίδας σωτηρίης εἶχον.
在那里,他们因犯下许多不洁之罪而遭遇了悲惨的报应,承受了不亚于其所作所为的惩罚;他们当中在白兵战中死去的人是幸福的,其次是那些成为俘虏、被押送到其他土地和城市的人;因为他们不用亲眼目睹自家的惨剧;而在当地留下的俘虏则是最不幸的,他们与妻子和孩子在自己的土地上遭受折磨,看着田野和城镇被付之一炬;而比这些人处境更惨的,是那些在城墙内坚守的人,对于上述惨象,他们有些是亲眼目睹,有些是听闻,而听到的传言往往比事实更为夸大;因为在那种情况下通常都是如此;事实上,他们对生还抱有暗淡的希望。
Ἦν δέ σφι πόλις ἐγγὺς τούτου τοῦ τόπου μεγίστη, ὅκου νῦν ὁ ἱππικὸς ἀγὼν τίθεται, ἧς τὰ τείχη ἐπεσκευάζοντο, καὶ τοὺς ἐκ τῶν ἄλλων πόλεων διαφεύγοντας ἐδέχοντο, τὰ δὲ ἀχρεῖα ἐξέβαλον καὶ τὰ ἀναγκαῖα ἐσεκομίζοντο, καὶ διενοοῦντο ὑπομένειν, ἐλπίσαντες μήτε ἐχθρῶν μάχῃ τὴν πόλιν αἱρεθῆναι μήτε κατὰ μῆκος χρόνου.
在那个地方附近有一座他们最大的城市,即现在举行马术竞技的地方,他们修补了城墙,收容了从其他城市逃难来的人,清除无用之物,运进必需品,并打算坚守下去,期望这座城市既不会因敌人的进攻而被攻陷,也不会因时间的久远而失守。
Οἱ δ’ Ἀμφικτύονες τὰ ἄλλα τε καθεῖλον, καὶ ἐπὶ ταύτῃ τῇ πόλει φρούριον ποιησάμενοι καὶ ἐς πολιορκίην σκευάσαντες, τὸ ἄλλο στράτευμα κατὰ πόλιας ἀφῆκαν.
但近邻同盟成员摧毁了其他城市,并针对这座城市建造了堡垒并准备进行围攻,然后将其他军队遣送回各自的城市。
Προϊόντος δὲ τοῦ χρόνου καὶ λοιμοῦ ἐς τὸ στρατόπεδον ἐμπεσόντος καὶ τῶν στρατιωτῶν νοσεόντων, τινῶν δὲ καὶ ἀποθνησκόντων, τῶν δὲ καὶ ἐκλειπόντων τὸ φρούριον διὰ τὴν νοῦσον, οἱ Ἀμφικτύονες ἐταράσσοντο, καὶ ἄλλοι ἄλλα ἐβουλεύοντο· φιλεῖ δὲ τὰ κοινὰ οὕτω πως γίνεσθαι· τέλος δὲ ἀγανακτέοντες τῷ πάθει καὶ αὑτοὺς γνωσιμαχήσαντες, τῷ θεῷ ἐπέτρεψαν καὶ ἤροντο ὅ τι χρὴ ποιεῖν, Ὁ δ’ ἐκέλευσε πολεμεῖν, καὶ ὑπισχνεῖτο κρατήσειν, ἢν ἐς Κῶ ἐλθόντες ἐλάφου παῖδα ἐς ἐπικουρίην ἀγάγωνται ξὺν χρυσῷ σπεύσαντες, ὡς μὴ πρότερον οἱ Κρισαῖοι ἐν τῷ ἀδύτῳ τὸν τρίποδα συλήσωσιν· εἰ δὲ μὴ, τὴν πόλιν οὐχ ἁλώσεσθαι.
随着时间的推移,阵营中爆发了瘟疫,士兵们纷纷生病,有些人甚至死去,还有人因病离开了堡垒,近邻同盟成员陷入混乱,各人提出了不同的意见;公共事务往往也是如此发展;最后,他们因这灾难而感到苦恼,并认清了自己的无能,便把事情托付给神明,并询问应当如何行事。 神明命令他们继续战斗,并承诺,如果他们前往科斯,用黄金急切地把“鹿之子”带回来作支援,就能获得胜利,以免克里萨人先在神殿内殿里掠夺了三脚架;否则,城市将无法被攻陷。

词汇与语法注释

  1. 27#1τὸν καθιστάμενον ἐς ὑμέας — 该宾格短语在带“προσήκειν”的不定式结构中充当主语,与“μὴ γινωσκόμενον”一同作不定式“δηλῶσαι”和“ἅπτεσθαι”的逻辑主语。“ὑμέας”是针对雅典民众的宾格复数形式。
  2. 27#1οὐκ ἐν δευτέροις ὑμέων — 带有部分属格“ὑμέων”的比较表达。这是一种运用委婉陈饰(litotes)的手法(“在你们当中不属于第二流”),意为“在你们当中名列前茅、备受重视”。
  3. 27#1ἐλάφου παῖδα — 神谕中特有的谜语式表达。“鹿(Elaphos)之子”具有双重含义,字面上指“小鹿”,同时隐喻指代希波克拉底的先祖内布罗斯(Nebros,在希腊语中意为“小鹿”)。

引用这一段

希波克拉底, 书信、法令与演说集 §27#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0627.tlg055.humanitext-grc1:27%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。