§55. Ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει διὰ πλῆθος τὰ αὐτὰ, γίνεται δὲ ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ·
5. 後弓反張(オピストトノス)は、他の点においては概して同じ症状を被るが、首の後ろの腱が病むときに生じる。
νοσέει δὲ ἢ ἀπὸ συνάγχης, ἢ ἀπὸ σταφυλῆς, ἢ τῶν ἀμφιβραγχίων ἐμπύων γινομένων·
そして、咽頭炎、あるいは口蓋垂炎、あるいは扁桃が化膿することから病む。
ἐνίοισι δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγεγενημένων σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων.
またある人々においては、熱がさらに生じた後に頭部から痙攣が引き起こされ、さらには怪我によっても生じる。
Οὗτος ἕλκεται εἰς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὲ μετάφρενον πέπηγε καὶ τὰ στήθεα, [καὶ] οἰμώζει.
この患者は後ろに引き戻され、痛みによって背中と胸部が強張り、うめき声を上げる。
Οὗτος σπᾶται σφόδρα, ὥστε μόλις κατέχεται ὑπὸ τῶν παρεόντων, μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν.
この者は激しく痙攣し、ベッドから落ちないように傍にいる者たちによって辛うじて押さえつけられる。
§66. Ὁ δὲ τέτανος ἧσσον θανατώδης τῶν πρόσθεν, Γίνεται δὲ ἀπὸ τῶν αὐτέων, καὶ σπᾶται πᾶν τὸ σῶμα ὁμοίως.
6. 一方、破傷風(テタヌス)は前述のものよりも致命的ではない。 それは同じ原因から生じ、全身が同様に痙攣する。
§77. Καῦσος δὲ τοῖσι προειρημένοισιν οὐχ ὁμοίως γίνεται·
7. 急性熱(カウソス)は前述の病気と同様には生じない。
φύσει γὰρ ἅπας ὡς ἠνάγκασθαι πυρέξαι.
というのも、その性質上、全体として熱を出すことを余儀なくされるからである。
Δίψα μὲν οὖν πολλὴ ἔχει τὸν ἄνθρωπον καὶ πυρετὸς σφοδρός.
したがって、激しい渇きが人を襲い、また激しい熱がある。
Γλῶσσα δὲ ῥήγνυται τρηχυνομένη, καὶ ξηρὴ γίνεται, καὶ τὸ χρῶμα αὐτῆς τὸ μὲν πρῶτον ὠχρόν ἐστι, οἷόν περ εἴωθε, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται, καὶ ἢν μὲν ἐν ἀρχῇσι μελαίνοιτο, θάσσους αἱ κρίσιες εἰσὶν, ἢν δὲ ὕστερον, χρονιώτεραι.
舌は荒れてひび割れ、乾燥し、その色は最初はいつものように青白く、時間が経つにつれて黒くなる。 そして、もし初期に黒くなるならば危機はより早く訪れ、もし後になってからならばより長期化する。
§88. Ἰσχιάδες δὲ ἀπὸ τῶνδε μάλιστα γίνονται τοῖσι πολλοϊσιν, ἢν εἱληθῇ ἐν ἡλίῳ πουλὺν χρόνον, καὶ τὰ ἰσχία διαθερμανθῇ, καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ τὸ ἐνεὸν τοῖς ἄρθροισιν ὑπὸ τοῦ καύματος.
8. 坐骨神経痛は、多くの人々において、主に次のような原因から生じる。 すなわち、太陽の下に長い間さらされ、腰部が温まり、関節に存在する体液がその熱によって乾燥してしまうときである。
Ὡς δ’ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μέγα τεκμήριον·
それがどのように乾燥し凝固するかについては、次のことが大きな証拠である。
ὁ γὰρ νοσέων ἐνστρέφεσθαι καὶ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἀλγηδόνος τῶν ἄρθρων καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους.
というのも、患者は関節の痛みと椎骨が互いに固まっていることのために、身をよじったり関節を動かしたりすることができないからである。
Ἀλγέει δὲ μᾶλλον τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ τοῦ πλαγίου τῶν ἰσχίων καὶ τὰ γούνατα·
彼は腰、腰部の側面の椎骨、そして膝に、より激しい痛みを感じる。
ἵσταται δὲ ἡ ὀδύνη πλεῖστον χρόνον ἐν τοῖσι βουβῶσιν, ἅμα καὶ ἐν τοῖσιν ἰσχίοισιν, ὀξείη καὶ καυματώδης·
そして痛みは、鼠径部と同時に腰部に、鋭く燃えるようにして最も長く留まる。
καὶ ἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, οἰμώζει ὑπὸ τῆς ἀλγηδόνος, ὅσον ἂν μέγιστον δύνηται·
また、誰かが彼を立ち上がらせたり動かしたりしようとすると、痛みによって、できる限り大声でうめき声を上げる。
ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός.
時には、痙攣や悪寒や発熱がさらに生じることもある。
Γίνεται δὲ ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ αἵματος·
それは胆汁から生じ、また血液からも生じる。
καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τῶν νουσημάτων, καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός·
そしてこれらすべての病因から生じる痛みは似通っており、時には軽微な悪寒や発熱が彼を襲う。
ἀλλὰ χρὴ ὧδε μελετῇν.
しかし、このように観察せねばならない。
§99. Ἴκτερος δέ ἐστιν ὀξὺς καὶ ταχέως ἀποκτείνων·
9. 黄疸には、急性で急速に死に至らしめるものがある。
ἡ χροιὴ δὲ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη, καθὰ καὶ οἱ σαῦροι οἱ χλωρότεροι·
その皮膚の色は全身、非常にザクロの皮のようであるか、あるいは、より青黄色いトカゲと同じようにより青黄色い。
παρόμοιος δέ οἱ ὁ χρὼς, καὶ ἐν τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥὸν, καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει·
彼の皮膚はそれに似ており、尿中には赤褐色のスズメノエンドウのような沈殿物が生じ、熱と軽微な悪寒が彼を襲う。
ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται καὶ ξύεται, τὰ ἑωθινὰ ἄσιτος ἐὼν, τὰ ἔνδοθεν· ἔπειτα μύζει τὰ σπλάγχνα ὡς ἐπιτοπολύ.
また、時には彼は衣服を身につけていることに耐えられず、朝に空腹であるときには、体内の部分が刺すように痛んだり痒くなったりし、その後、たいてい内臓がうずくように痛む。
Καὶ ὁκόταν ἀνιστῇ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχιται.
そして、誰かが彼を立ち上がらせようとしたり、話しかけようとしたりしても、耐えることができない。
Οὗτος ὡς ἐπιτοπολύ θνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων·
この患者はたいてい14日以内に死亡する。
ταύτας δὲ διαφυγὼν ὑγιαίνει.
しかし、この日数を切り抜ければ回復する。
§1010. Ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει·
10. 肺炎は以下のようなことを引き起こす。
πυρετός τε ἰσχυρὸς ἴσχει, καὶ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει·
強い熱が彼を襲い、呼吸は激しく、熱い息を吐く。
καὶ ἀπορίη καὶ ἀδυναμίη ἔχει, καὶ ῥιπτασμὸς, καὶ ὀδύναι περὶ τὴν ὠμοπλάτην καὶ τὴν κληβδα καὶ τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσι, καὶ παραφροσύναι.
焦燥と脱力感が彼を支配し、悶え、肩甲骨、鎖骨、乳房の周りの痛み、胸の重苦しさ、そして譫妄がある。
Ἔστι δ’ ὅτε καὶ ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξηται βήσσειν, πολυχρονιωτέρη δὲ ἐκείνης καὶ χαλεπωτέρη.
時には、咳をし始めるまでは痛みがないこともあるが、それよりも長期化し、より重い。
Τὸ δὲ σίαλον λευκὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον.
痰は、最初は白く泡立ったものを吐き出す。
Ἡ δὲ γλῶσσα ξανθὴ, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται·
舌は黄色く、時間が経つにつれて黒くなる。
ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνοιτο, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι·
もし初期に黒くなるならば回復はより早く、もし後になってからならばより遅い。
τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα· κἢν προσθῇς τὸν δάκτυλον, ἔχεται·
末期には舌がひび割れ、指を当ててみるとくっつく。
τὴν δὲ ἀπαλλαγὴν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ἅπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως.
そして、舌は病気からの回復を示しているが、それは肋膜炎におけるのと同様である。
Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ τὸ μὲν πρῶτον πουλὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὅταν ὁ πυρετὸς ἀκμάζῃ καὶ ὑγρὰ ᾖ ἡ περιπλευμονίη, παχύτερον·
患者はこれらの症状に少なくとも14日間、最大で21日間苦しむ。 その間、激しく咳をし、咳と共に、最初は多量で泡立った痰を吐き出す。 7日目と8日目には、熱が絶頂に達し、肺炎が湿性であれば、より厚い痰を吐き出す。
ἢν δὲ μὴ, οὔ·
もしそうでなければ、そうではない。
ἐνάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον·
9日目と10日目には、やや黄色みがかった血の混じった痰を吐き出す。
δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες.
12日目から14日目までは、多量で膿を含んだ痰を吐き出す。
Ὧν ὑγραί εἰσιν αἱ φύσεις καὶ διαθέσεις τοῦ σώματος, καὶ ἡ νοῦσος ἰσχυρή·
体質と身体の傾向が湿性である人々においては、病気も強力である。
ὧν δὲ ἥ τε φύσις καὶ ἡ στάσις τῆς νόσου ξηρὴ, ἧσσον οὗτοι.
しかし、体質と病気の状態が乾燥している人々においては、彼らの苦しみはより軽い。
§1111. Περὶ δὲ κρισίμων ἡμερέων ἤδη μέν μοι καὶ πρόσθεν λέλεκται·
11. 危急日については、すでに先にも私によって述べられた。
κρίνονται δὲ οἱ πυρετοὶ τεταρταῖοι, ἑβδομαῖοι, ἑνδεκαταῖοι, τεσσαρεσκαιδεκαταῖοι, ἑπτακαιδεκαταῖοι, εἰκοστῇ πρὸς τῇ μίᾳ·
熱病の勝敗は、4日目、7日目、11日目、14日目、17日目、21日目に決まる。
ἐκ δὲ τούτων τῶν ὀξέων τριακοσταῖοι, εἶτα τεσσαρακοσταῖοι, εἶτα ἑξηκοσταῖοι·
そして、これらの急性のものの後では、30日目、次に40日目、次に60日目に決まる。
ὅταν δὲ τούτους τοὺς ἀριθμοὺς ὑπερβάλλῃ, χρονίη ἤδη γίνεται ἡ κατάστασις τῶν πυρετῶν.
しかし、これらの日数を超えると、熱の状態はもはや長期的なものとなる。