§55. Ὁ δὲ ὀπισθότονος τὰ μὲν ἄλλα πάσχει διὰ πλῆθος τὰ αὐτὰ, γίνεται δὲ ὁκόταν τοὺς ἐν τῷ αὐχένι τένοντας τοὺς ὄπισθεν νοσήσῃ·
5. 后弓反张在其他方面,大体上承受相同的痛苦,但其发病,是在颈部后方的腱发病时。
νοσέει δὲ ἢ ἀπὸ συνάγχης, ἢ ἀπὸ σταφυλῆς, ἢ τῶν ἀμφιβραγχίων ἐμπύων γινομένων·
且其发病,或因咽喉炎,或因口盖垂炎,或因扁桃体化脓。
ἐνίοισι δὲ καὶ ἀπὸ τῆς κεφαλῆς πυρετῶν ἐπιγεγενημένων σπασμὸς ἐπιγίνεται· ἤδη δὲ καὶ ὑπὸ τρωμάτων.
在某些人中,当发热袭来时,痉挛也会从头部产生,甚至因外伤而起。
Οὗτος ἕλκεται εἰς τοὔπισθεν, καὶ ὑπὸ τῆς ὀδύνης τὲ μετάφρενον πέπηγε καὶ τὰ στήθεα, [καὶ] οἰμώζει.
该患者向后反折,因剧痛,其肩胛间部与胸部皆僵硬,且发出呻吟。
Οὗτος σπᾶται σφόδρα, ὥστε μόλις κατέχεται ὑπὸ τῶν παρεόντων, μὴ ἐκ τῆς κλίνης ἐκπίπτειν.
此人剧烈抽搐,以至于旁人极难将其按住,以免其从床上跌落。
§66. Ὁ δὲ τέτανος ἧσσον θανατώδης τῶν πρόσθεν, Γίνεται δὲ ἀπὸ τῶν αὐτέων, καὶ σπᾶται πᾶν τὸ σῶμα ὁμοίως.
6. 而破伤风较前述者不易致命。 它产生于同样的原因,且全身同样发生痉挛。
§77. Καῦσος δὲ τοῖσι προειρημένοισιν οὐχ ὁμοίως γίνεται· φύσει γὰρ ἅπας ὡς ἠνάγκασθαι πυρέξαι.
7. 急性热不似前述之病那样产生;因为在性质上,整个病情都迫使患者发热。
Δίψα μὲν οὖν πολλὴ ἔχει τὸν ἄνθρωπον καὶ πυρετὸς σφοδρός.
因此,极度的口渴与剧烈的发热折磨着患者。
Γλῶσσα δὲ ῥήγνυται τρηχυνομένη, καὶ ξηρὴ γίνεται, καὶ τὸ χρῶμα αὐτῆς τὸ μὲν πρῶτον ὠχρόν ἐστι, οἷόν περ εἴωθε, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται, καὶ ἢν μὲν ἐν ἀρχῇσι μελαίνοιτο, θάσσους αἱ κρίσιες εἰσὶν, ἢν δὲ ὕστερον, χρονιώτεραι.
其舌粗糙且开裂,并变得干燥,起初颜色呈苍白,如同往常一般,但随着时间的推移而变黑;若在起初即变黑,则临界期较快到来;若在后期,则病程较长。
§88. Ἰσχιάδες δὲ ἀπὸ τῶνδε μάλιστα γίνονται τοῖσι πολλοϊσιν, ἢν εἱληθῇ ἐν ἡλίῳ πουλὺν χρόνον, καὶ τὰ ἰσχία διαθερμανθῇ, καὶ τὸ ὑγρὸν ἀναξηρανθῇ τὸ ἐνεὸν τοῖς ἄρθροισιν ὑπὸ τοῦ καύματος.
8. 坐骨神经痛对于大多数人来说,最常因以下原因产生:如果长时间在阳光下暴晒,使臀部受热,且关节中存在的体液因受热而干燥。
Ὡς δ’ ἀναξηραίνεται καὶ πήγνυται, τόδε μέγα τεκμήριον· ὁ γὰρ νοσέων ἐνστρέφεσθαι καὶ κινέειν τὰ ἄρθρα οὐ δύναται ὑπὸ τῆς ἀλγηδόνος τῶν ἄρθρων καὶ τοῦ ξυμπεπηγέναι τοὺς σπονδύλους.
关于其如何干燥并凝固,有一个极大的证据:因为患者因关节疼痛以及椎骨互相固结,无法转动身体或活动关节。
Ἀλγέει δὲ μᾶλλον τὴν ὀσφῦν καὶ τοὺς σπονδύλους τοὺς ἐκ τοῦ πλαγίου τῶν ἰσχίων καὶ τὰ γούνατα· ἵσταται δὲ ἡ ὀδύνη πλεῖστον χρόνον ἐν τοῖσι βουβῶσιν, ἅμα καὶ ἐν τοῖσιν ἰσχίοισιν, ὀξείη καὶ καυματώδης· καὶ ἤν τις αὐτὸν ἀνιστῇ ἢ μετακινέῃ, οἰμώζει ὑπὸ τῆς ἀλγηδόνος, ὅσον ἂν μέγιστον δύνηται· ἐνίοτε δὲ καὶ σπασμὸς ἐπιγίνεται καὶ ῥῖγος καὶ πυρετός.
其腰部、臀部侧面的椎骨及膝部感到更剧烈的疼痛;而痛感在腹股沟及臀部持续时间最长,且呈锐痛与灼痛;若有人试图扶他起来或移动他,他会因剧痛而尽可能大声地呻吟;有时也会继发痉挛、寒战与发热。
Γίνεται δὲ ἀπὸ χολῆς· γίνεται δὲ καὶ ἀπὸ αἵματος· καὶ ὀδύναι παραπλήσιοι ἀπὸ πάντων τῶν νουσημάτων, καὶ ῥῖγος καὶ πυρετὸς ἐνίοτε ἐπιλαμβάνει βληχρός· ἀλλὰ χρὴ ὧδε μελετῇν.
它由胆汁引起;亦由血液引起;且所有这些病因引起的痛感皆相似,有时也会袭来轻微的寒战与发热;但必须依此进行观察。
§99. Ἴκτερος δέ ἐστιν ὀξὺς καὶ ταχέως ἀποκτείνων· ἡ χροιὴ δὲ ὅλη σιδιοειδὴς σφόδρα ἐστὶν ἢ χλωροτέρη, καθὰ καὶ οἱ σαῦροι οἱ χλωρότεροι· παρόμοιος δέ οἱ ὁ χρὼς, καὶ ἐν τῷ οὔρῳ ὑφίσταται οἷον ὀρόβιον πυῤῥὸν, καὶ πυρετὸς καὶ φρίκη βληχρὴ ἔχει· ἐνίοτε δὲ καὶ τὸ ἱμάτιον οὐκ ἀνέχεται ἔχων, ἀλλὰ δάκνεται καὶ ξύεται, τὰ ἑωθινὰ ἄσιτος ἐὼν, τὰ ἔνδοθεν· ἔπειτα μύζει τὰ σπλάγχνα ὡς ἐπιτοπολύ.
9. 黄疸有急性且迅速致死者;其全身肤色极呈石榴皮色,或更为青黄,正如那些更为青黄的蜥蜴一般;其肤色与它们相似,且尿中会出现红褐色如蚕豆般的沉淀物,伴有发热与轻微寒战;有时他甚至无法忍受穿衣,而在清晨空腹时,其内部感到被噬咬和搔抓,随后其内脏大抵会隐隐作痛。
Καὶ ὁκόταν ἀνιστῇ τις αὐτὸν ἢ προσδιαλέγηται, οὐκ ἀνέχιται.
每当有人试图扶他起来或与他交谈,他都无法忍受。
Οὗτος ὡς ἐπιτοπολύ θνήσκει ἐντὸς τεσσαρεσκαίδεκα ἡμερέων· ταύτας δὲ διαφυγὼν ὑγιαίνει.
此患者大抵在十四天内死亡;但若挺过这些日子,则可康复。
§1010. Ἡ δὲ περιπλευμονίη τοιάδε ποιέει· πυρετός τε ἰσχυρὸς ἴσχει, καὶ πνεῦμα πυκνὸν, καὶ θερμὸν ἀναπνέει· καὶ ἀπορίη καὶ ἀδυναμίη ἔχει, καὶ ῥιπτασμὸς, καὶ ὀδύναι περὶ τὴν ὠμοπλάτην καὶ τὴν κληβδα καὶ τὸν τιτθὸν, καὶ βάρος ἐν τοῖσι στήθεσι, καὶ παραφροσύναι.
10. 肺炎会引起如下症状:剧烈的发热折磨患者,呼吸急促,且呼出热气;伴有焦虑、无力、辗转反侧,以及肩胛骨、锁骨、乳房周围的疼痛,胸部沉重感,以及神志不清。
Ἔστι δ’ ὅτε καὶ ἀνώδυνός ἐστιν, ἕως ἂν ἄρξηται βήσσειν, πολυχρονιωτέρη δὲ ἐκείνης καὶ χαλεπωτέρη.
有时直到开始咳嗽前并无痛感,但此病较前者更为持久且严重。
Τὸ δὲ σίαλον λευκὸν καὶ ἀφρῶδες πτύει τὸ πρῶτον.
起初咳出白色且带泡沫的痰。
Ἡ δὲ γλῶσσα ξανθὴ, προϊόντος δὲ τοῦ χρόνου μελαίνεται· ἢν μὲν οὖν ἐν ἀρχῇ μελαίνοιτο, θάσσους αἱ ἀπαλλαγαί· ἢν δὲ ὕστερον, σχολαίτεραι· τελευτῶσι δὲ καὶ ῥήγνυται ἡ γλῶσσα· κἢν προσθῇς τὸν δάκτυλον, ἔχεται· τὴν δὲ ἀπαλλαγὴν τῆς νούσου σημαίνει ἡ γλῶσσα, ἅπερ καὶ ἐν τῇ πλευρίτιδι ὁμοίως.
舌呈黄色,随着时间推移变黑;若起初即变黑,则病势缓解较快;若在后期,则较慢;至末期,舌亦开裂;若是把手指伸过去,它便会粘住;而舌显示了疾病的缓解,此情况与在肋膜炎中相同。
Ταῦτα δὲ πάσχει ἡμέρας τεσσαρεσκαίδεκα τὸ ἐλάχιστον, τὸ πλεῖστον δὲ εἴκοσι καὶ μίαν, καὶ βήσσει τοῦτον τὸν χρόνον σφόδρα, καὶ καθαίρεται ἅμα τῇ βηχὶ τὸ μὲν πρῶτον πουλὺ καὶ ἀφρῶδες σίαλον, ἑβδόμῃ δὲ καὶ ὀγδόῃ, ὅταν ὁ πυρετὸς ἀκμάζῃ καὶ ὑγρὰ ᾖ ἡ περιπλευμονίη, παχύτερον· ἢν δὲ μὴ, οὔ· ἐνάτῃ δὲ καὶ δεκάτῃ ὑπόχλωρον καὶ ὕφαιμον· δωδεκάτῃ δὲ μέχρι τῆς τεσσαρεσκαιδεκάτης πουλὺ καὶ πυῶδες.
这些症状至少持续十四天,至多二十一天,期间患者剧烈咳嗽,并随咳嗽起初咳出大量带泡沫的痰;在第七和第八天,当发热达到顶点且肺炎呈湿性时,咳出更稠的痰;若非湿性,则不然;在第九和第十天,咳出微黄且带血丝的痰;自第十二天至第十四天,咳出大量脓性痰。
Ὧν ὑγραί εἰσιν αἱ φύσεις καὶ διαθέσεις τοῦ σώματος, καὶ ἡ νοῦσος ἰσχυρή· ὧν δὲ ἥ τε φύσις καὶ ἡ στάσις τῆς νόσου ξηρὴ, ἧσσον οὗτοι.
凡其天性与身体状况偏于湿性的人,其病势也强烈;但若天性与病情状况偏于干燥,这些人受苦较轻。
§1111. Περὶ δὲ κρισίμων ἡμερέων ἤδη μέν μοι καὶ πρόσθεν λέλεκται· κρίνονται δὲ οἱ πυρετοὶ τεταρταῖοι, ἑβδομαῖοι, ἑνδεκαταῖοι, τεσσαρεσκαιδεκαταῖοι, ἑπτακαιδεκαταῖοι, εἰκοστῇ πρὸς τῇ μίᾳ· ἐκ δὲ τούτων τῶν ὀξέων τριακοσταῖοι, εἶτα τεσσαρακοσταῖοι, εἶτα ἑξηκοσταῖοι· ὅταν δὲ τούτους τοὺς ἀριθμοὺς ὑπερβάλλῃ, χρονίη ἤδη γίνεται ἡ κατάστασις τῶν πυρετῶν.
11. 关于临界期,我先前已经讲过;发热在第四天、第七天、第十一天、第十四天、第十七天、第二十一天发生转机;在此之后,急性的则在第三十天,随后在第四十天,再者在第六十天;若超过这些天数,发热的状态便转化为慢性。