§1## ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ.
1. Μέγα μέρος ἡγέομαι τῆς τέχνης εἶναι τὸ δύνασθαι κατασκοπέεσθαι περὶ τῶν γεγραμμένων ὀρθῶς·
## 危機について 1. 私は、書かれた事柄について正しく考察しうる能力が、この技術(医術)の大きな部分を占めると考える。
ὁ γὰρ γνοὺς καὶ χρεόμενος τούτοισιν οὐκ ἄν μοι δοκέῃ μέγα σφάλλεσθαι κατὰ τὴν τέχνην.
なぜなら、これらを知り、かつ用いる者は、その技術において大きく誤ることがないと私には思われるからである。
Δεῖ δὴ καταμανθάνειν τὴν κατάστασιν τῶν ὡρῶν ἀκριβῶς καὶ τῶν νούσων ἑκάστης·
それゆえ、諸季節の状態と、個々の病気の状態を正確に把握せねばならない。
ὅ τι ἀγαθὸν, καὶ ὅ τι κινδυνῶδες, ἢ ἐν τῇ καταστάσει, ἢ ἐν τῇ νούσῳ· μακρὸν ὅ τι νούσημα καὶ θανάσιμον· μακρὸν, ὅ τι περιεστικόν· ὀξὺ, ὅ τι θανάσιμον· ὀξὺ, ὅ τὶ περιεστικὸν.
季節の状態において、あるいは病気において、何が良好で何が危険であるか、いかなる病が長期に及び致命的であるか、いかなる長期の病が生存可能であるか、いかなる急性の病が致命的であるか、いかなる急性の病が生存可能であるか。
Τάξιν τῶν κρισίμων ἐκ τουτέων σκοπεῖσθαι, καὶ τὸ προλέγειν ἐκ τούτων εὐπορέεται·
これらに基づいて危篤日の順序を観察すべきであり、これらから予後を告げることが容易になる。
ἔτι δὲ ἀπὸ τούτων ἔστιν οὓς, ὅτε καὶ ὡς δεῖ διαιτῇν.
さらにこれらから、誰を、いつ、どのように養生させるべきかが分かるのである。
§22. Μέγιστον τοίνυν σημεῖον τοῖσι μέλλουσι τῶν καμνόντων βιώσασθαι, ἐὰν μὴ παρὰ φύσιν ᾖ ὁ καῦσος·
2. さて、病人のうちで生き延びようとする者にとっての最大の兆候は、急性熱(カウソス)が自然に反していないことである。
καὶ τἄλλα δὲ νουσήματα ὡσαύτως·
他の病気についても同様である。
οὐδὲν γὰρ δεινὸν τῶν κατὰ φύσιν γίνεται, οὐδὲ θανατῶδες·
自然にかなったもののうちには、恐ろしいものも致命的なものも生じないからである。
δεύτερον δὲ, ἐὰν μὴ αὐτή γε ἡ ὥρη τῷ νουσήματι ξυμμαχήσῃ·
第二に、季節そのものが病気と同盟を結ばない(病気に味方しない)ことである。
ὡς γὰρ ἐπὶ τὸ πουλὺ οὐ νικᾷ ἡ τοῦ ἀνθρώπου φύσις τὴν τοῦ ὅλου δύναμιν.
なぜなら、たいていの場合、人間の自然(性質)は、宇宙(全体)の力に打ち勝つことはできないからである。
Ἔπειτα δὲ, ἢν τὰ περὶ τὸ πρόσωπον ἰσχναίνηται, καὶ αἱ φλέβες αἱ ἐν τῇσι χερσὶ καὶ ἐν τοῖσι κανθοῖσι καὶ ἐπὶ τῇσιν ὀφρύῃσιν ἡσυχίην ἔχωσι, πρότερον μὴ ἡσυχάζουσαι.
その次には、顔の周りがすっきりとし(痩せ)、手や目頭や眉の上にある脈が、以前は拍動が激しかったのに、静まることである。
Τοῦτο δὲ, ἢν ἡ φωνὴ ᾖ ἀσθενεστέρη καὶ λειοτέρη γίνηται, καὶ τὸ πνεῦμα μανότερον καὶ λεπτότερον, ἐς τὴν ἐπιοῦσαν ἡμέρην ἄνεσις τῆς νούσου·
また、声がより弱く穏やかになり、呼吸がよりまばらで細くなれば、翌日には病が軽減する。
ταῦτα οὖν χρὴ σκοπεῖν πρὸς τὰς κρίσιας, καὶ εἰ τὸ παρὰ δικροῦν τῆς γλώσσης ὥσπερ σιάλῳ λευκῷ ἐπαλείφεται· καὶ ἐν ἄκρῃ τῇ γλώσσῃ ταὐτὸ τοῦτο γεγένηται, ἧσσον δέ·
それゆえ、これらのことを危急の転機(危機)に向けて観察せねばならない。 そして、舌の分かれ目の脇が、白い唾液のようなもので覆われているかどうか、そして舌の先端でも同様のことが、より軽度ながら生じているかどうか。
εἰ μὲν οὖν σμικρὰ ταῦτα εἴη, ἐς τὴν τρίτην ἄνεσις τῆς νούσου·
もしこれらが軽微であれば、三日目に病は軽減する。
ἢν δ’ ἔτι παχύτερον, αὔριον·
だが、より厚ければ、明日。
ἢν δ’ ἔτι παχύτερον, αὐθημερόν.
さらに厚ければ、その日のうちにである。
Τοῦτο δὲ, τῶν ὀφθαλμῶν τὰ λευκὰ ἐν ἀρχῇ μὲν τῆς νούσου ἀνάγκη μελαίνεσθαι, ἐὰν ἰσχύῃ ἡ νοῦσος·
また、目の白い部分が、病気の初期には、病気が強力であれば暗くなるのが必然である。
ταῦτα οὖν καθαρὰ γινόμενα τελείην ὑγείην δηλοῖ·
それゆえ、これらがきれいになることは、完全な健康への回復を示している。
ἀτρέμα μὲν βραδύτερον, σφόδρα δὲ γινόμενον, θᾶσσον.
緩やかにきれいになれば回復は遅く、急激にきれいになればより速い。
§33. Τὰ δὲ ὀξέα τῶν νοσημάτων γίνεται ἀπὸ χολῆς ὁκόταν ἐπὶ τὸ ἧπαρ ἐπιῤῥυῇ, καὶ ἐς τὴν κεφαλὴν καταστῇ.
3. 急性の病気は、胆汁が肝臓に流れ込み、さらに頭部へと定着するときに、胆汁から生じる。
Τάδε οὖν πάσχει·
そのとき患者は以下のように苦しむ。
τὸ ἧπαρ οἰδέει καὶ ἀναπτύσσεται πρὸς τὰς φρένας ὑπὸ τοῦ οἰδήματος, καὶ εὐθὺς ἐς τὴν κεφαλὴν ὀδύνη ἐμπίπτει, μάλιστα δὲ ἐς τοὺς κροτάφους·
肝臓が腫れ上がり、その腫れによって横隔膜の方向に押し上げられる。 すると直ちに頭痛が襲い、とりわけこめかみが痛む。
καὶ τοῖσιν ὠσὶν οὐκ ὀξὺ ἀκούει, πολλάκις δὲ καὶ τοῖσιν ὀφθαλμοῖσιν οὐχ ὁρῇ·
また、耳が鋭く聞こえなくなり、しばしば目も見えなくなる。
καὶ φρίκη καὶ πυρετὸς ἐπιλαμβάνει.
そして悪寒と発熱が彼を襲う。
Ταῦτα μὲν οὖν κατ’ ἀρχὰς τοῦ νοσήματος αὐτέῳ γίνεται διαλιμπάνοντα, τοτὲ μὲν σφόδρα, τοτὲ δὲ ἧσσον·
これらの症状は、病気の初期には、時には激しく、時には和らぎながら、間隔を置いて生じる。
ὁκόσῳ δὲ ἂν ὁ χρόνος τῆς νούσου προΐῃ, ὅ τε πόνος πλείων ἐν τῷ σώματι, καὶ αἱ κόραι σκίδνανται τῶν ὀφθαλμῶν, καὶ σκιαυγεῖ, καὶ ἢν προσφέρῃς τὸν δάκτυλον πρὸς τοὺς ὀφθαλμοὺς, οὐκ αἰσθήσεται διὰ τὸ μὴ ὁρῇν·
しかし、病気の時間が進むにつれて、体内の痛みは増し、瞳孔は散大し、かすみ目になり、目を前に指を近づけても、見えないためにそれを感知しない。
τούτῳ δ’ ἂν γνοίης ὅτι οὐχ ὁρῇ, οὐ γὰρ σκαρδαμύσσει προσφερομένου τοῦ δακτύλου.
彼が見えていないことは次のことから分かる。 すなわち、指を近づけても瞬きをしないのである。
Καὶ τὰς κροκίδας ἀφαιρέει ἀπὸ τῶν ἱματίων, ἤν περ ἴδῃ, δοκέων φθεῖρας εἶναι.
また、衣服から糸くずを、もし見えればであるが、シラミだと思って摘み取ろうとする。
Καὶ ὁκόταν τὸ ἧπαρ μᾶλλον ἀναπτυχθῇ πρὸς τὰς φρένας, παραφρονέει·
そして肝臓がいっそう横隔膜の方へ押し上げられると、譫妄状態になる。
καὶ προφαίνεσθαί οἱ δοκέει πρὸ τῶν ὀφθαλμῶν ἑρπετὰ καὶ ἄλλα παντοδαπὰ θηρία, καὶ ὁπλίτας μαχομένους, καὶ αὐτὸς αὐτοῖς δοκέει μάχεσθαι, καὶ τοιαῦτα λέγει ὡς ὁρέων, καὶ ἐξέρχεται, καὶ ἀπειλεῖ, ἢν μή τις αὐτὸν ἐῴη διεξιέναι, καὶ ἢν ἀναστῇ, οὐ δύναται αἴρειν τὰ σκέλεα, ἀλλὰ πίπτει.
そして目の前に、這う虫や他のあらゆる種類の獣、戦っている重装歩兵が現れるように彼には思われ、自分自身も彼らと戦っているように思い、それらを見ているかのように語り、外へ出て行こうとし、誰かが自分を通らせてくれないと脅す。 また、立ち上がっても、足を持ち上げることができず、倒れてしまう。
Οἱ πόδες δὲ γίνονται αἰεὶ ψυχροί· καὶ ὁκόταν καθεύδῃ, ἀναΐσσει ἀπὸ τοῦ ὕπνου, καὶ ἐνύπνια ὁρῇ φοβερά.
足は常に冷たくなり、眠るときには眠りから飛び起き、恐ろしい夢を見る。
Τοῦτο δὲ γινώσκομεν ὅτι ἀπὸ ἐνυπνίων ἀναΐσσει καὶ φοβέεται, ὅταν ἔννοος γένηται·
彼が夢のせいで飛び起き、恐れていることは、正気に戻ったときに分かる。
ἀφηγεῖται γὰρ τὰ ἐνύπνια τοιαῦτα ὁκοῖα καὶ τῷ σώματι ἐποίεέ τε καὶ τῇ γλώσσῃ ἔλεγεν.
なぜなら、彼が体で行っていたこと、口で言っていたことと同じような夢を語るからである。
Ταῦτα μὲν οὖν ὧδε πάσχει.
このように、彼はこれらの症状に苦しむ。
Ἔστι δ’ ὅτε καὶ ἄφωνος γίνεται ὅλην τὴν ἡμέρην καὶ τὴν νύκτα, ἀναπνέων πουλὺ ἀθρόον πνεῦμα.
また、丸一日と一晩、口がきけなくなり、多量の息を激しく吐くこともある。
Ὅταν δὲ παύσηται παραφρονέων, εὐθὺς ἔννοος γίνεται, καὶ ἢν ἐρωτᾷ τις αὐτὸν, ὀρθῶς ἀποκρίνεται, καὶ γινώσκει πάντα τὰ λεγόμενα·
しかし譫妄が治まると、直ちに正気に戻り、誰かが尋ねれば正しく答え、言われることをすべて理解する。
εἶτα πάλιν ὀλίγῳ ὕστερον ἐν τοῖσιν αὐτοῖσιν ἄλγεσι κεῖται.
だがその後、少し経つと再び同じ苦痛の中に横たわる。
Αὕτη ἡ νοῦσος προσπίπτει μάλιστα ἐν ἀποδημίῃ, καὶ ἤν πη ἐρήμην ὁδὸν βαδίσῃ·
この病気は、とりわけ旅の途中や、どこか荒涼とした道を歩いているときに襲ってくる。
λαμβάνει δὲ καὶ ἄλλως.
しかし、それ以外の場合にもかかる。
§44. Τέτανοι δύο ἢ τρεῖς·
4. 破傷風には二種類、あるいは三種類ある。
ἢν μὲν ἐπὶ τρώματι γένηται, πάσχει τάδε.
もし傷口に基づいて生じたならば、患者は以下のように苦しむ。
Αἱ γνάθοι πήγνυνται ὥσπερ ξύλα, καὶ τὸ στόμα ἀνοίγειν οὐ δύνανται, καὶ οἱ ὀφθαλμοὶ δακρύουσι θαμινὰ καὶ ἕλκονται, καὶ τὸ μετάφρενον πέπηγε, καὶ τὰ σκέλεα οὐ δύνανται ξυγκάμπτειν, οὐδὲ τὰς χεῖρας καὶ τὴν ῥάχιν·
顎が木のように固まり、口を開けることができなくなる。 また、目はしばしば涙を流して引きつり、背中は固まる。 そして足も、手も、背骨も曲げることができなくなる。
ὁκόταν δὲ θανατώδης ᾖ, τὸ ποτὸν καὶ τὰ βρώματα, ἃ πρότερον ἐβεβρώκεεν, ἀνὰ τὰς ῥῖνας ἐνίοτε ἔρχεται.
そして致命的であるときには、飲み物や以前に食べた食物が、時に鼻から出てくる。