Humanitext Reader

ヒポクラテス · 分利について §1-10

急性熱病における分利の兆候と臨界日

1 / 4 箇所 · ギリシア語

要旨

急性熱病における危急(解決)の兆候(発汗、尿、排泄物など)の良否や、回復または死を決定する日数周期(4日の法則)、および危急解決時に現れる具体的な身体の排泄現象について説明している。

§1## ΠΕΡΙ ΚΡΙΣΙΩΝ. 1. Περὶ κρισίων ξυντόμων ἐπὶ τὸ ἄμεινον τὰ μὲν πλεῖστα ταὐτὰ ἐστὶν, ἅπερ ἐς ὑγίην σημεῖα.
ΠΕΡΙ ΚΡΙΣΙΩΝ. 1. 良い方向への急速な危急に関する兆候の大部分は、健康に向かう兆候と同じである。
Ἱδρῶτες γὰρ ἄριστοί εἰσιν καὶ τάχιστα πυρετὸν παύοντες οἱ ἐν τῇσι κρισίμῃσιν ἡμέρῃσι γινόμενοι καὶ τελέως τὸν πυρετὸν ἀπαλλάσσοντες·
なぜなら、最も優れ、最も速やかに熱を終わらせる発汗は、危急日に生じ、完全に熱を取り除くものであるから。
ἀγαθοὶ δὲ καὶ ὅσοι διὰ παντὸς τοῦ σώματος γενόμενοι εὐπετεστέρως τὸ νόσημα φέρειν ποιήσουσιν·
また、体全体に生じて病気に耐えやすくする発汗もすべて良いものである。
οἳ δ’ ἂν τουτέων τι μὴ ἐργάσωνται, οὐ λυσιτελέσουσι γινόμενοι.
しかし、これらの効果のいずれももたらさない発汗は、生じても有益ではない。
§22. Παχύνεσθαι δὲ χρὴ τὸ διαχώρημα πρὸς τὴν κρίσιν ἰούσης τῆς νόσου·
2. 病が危急へと向かうにつれて、排泄物は濃くなるべきである。
ἔστω δὲ ὑπόπυῤῥον καὶ μὴ σφόδρα δυσῶδες·
また、それはやや赤みを帯びており、過度に悪臭を放たないものであるべきである。
ἐπιτήδειον δὲ καὶ ἕλμινθας ἐξιέναι πρὸς τὴν κρίσιν.
危急に向けて寄生虫が排出されることもまた好都合である。
§33. Οὖρον δὲ ἄριστόν ἐστιν, ὃ ἂν ἔχῃ λευκότατον ὑπόστημα καὶ λεῖον καὶ ὁμαλὸν παρὰ πάντα τὸν χρόνον ἕως ἂν κριθῇ τὸ νόσημα·
3. 尿は、病気が危急に達するまでのすべての期間を通じて、極めて白い沈殿物を持ち、滑らかで均一であるものが最良である。
σημαίνει γὰρ ἀσφαλέα καὶ ὀλιγοχρονίην τὴν νοῦσον ἔσεσθαι.
なぜなら、それは病気が安全で短期間のものであることを示すからである。
Ἢν ἱδρῶτος ἐγγενομένου ἡ νούσος ἐκλίπῃ, καὶ τὸ οὖρον πυῤῥὸν θεωρηθῇ λευκὴν ὑπόστασιν ἔχον, τουτέοισιν αὐθημερὸν ὑποστροφὴ τοῦ πυρετοῦ γίνεται, οὗτος καὶ ἐν πέντε ἀκινδύνως κρίνεται.
もし発汗が生じて病気が退いたものの、尿が白い沈殿物を伴う赤っぽい色として観察されるなら、そのような人々においては、同日中に熱の再発が起こるが、これは五日以内に危険なく解決する。
§44. Τοῖσιν ἐλαχίστῳ χρόνῳ μέλλουσιν ὑγιάζεσθαι μέγιστα σημεῖα ἅπαξ γίνεται·
4. 最も短い期間で回復しようとしている人々においては、最も重要な兆候が一挙に現れる。
ἀπονώτεροι γὰρ διατελοῦσιν καὶ ἀκίνδυνοι, καὶ τὰς νύκτας κοιμέονται, καὶ τὰ ἄλλα σημεῖα προφαίνουσιν ἀσφαλέα.
すなわち、彼らはより少ない痛みで過ごし、危険がなく、夜は眠り、その他の兆候も安全であることを示す。
§55. Οἷς ἐν πυρετῷ μὴ θανατώδει κεφαλῆς ἄλγημα καὶ τὰ ἄλλα περιεστικὰ σημεῖα, χολὴ τουτέων κρατεῖ.
5. 致命的ではない熱において、頭痛があり、他の回復を示す兆候が見られる人々においては、胆汁が彼らを支配している。
§66. Οἷς ἂν ἄρξηται ὁ πόνος τῇσι πρώτῃσιν ἡμέρῃσιν, τεταρταῖοί τε μᾶλλον καὶ πεμπταῖοι πιέζονται·
6. 最初の数日間に痛みが始まった人々においては、四日目および五日目により強く苦しむ。
ἐς δὲ τὴν ἑβδόμην ἀπαλλάσσονται τοῦ πυρετοῦ.
しかし、七日目には熱から解放される。
§77. Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν ἀπόλλυνται οἱ ἄνθρωποι καὶ ἐξ ὧν περιγίνονται·
7. 熱は、人間が死に至る日数、あるいは生き残る日数と同じ数の周期で決定される。
οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων τεταρταῖοι παύονται ἢ πρόσθεν· οἵ τε φονικώτατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν·
なぜなら、最も軽微な熱で、最も安全な兆候を伴うものは、四日目かそれ以前に止まるからであり、最も致命的で、最も恐ろしい兆候を伴って生じる熱は、四日目かそれ以前に人を死に至らしめるからである。
ἡ μὲν οὖν πρώτη ἔφοδος οὕτως τελευτᾷ.
したがって、最初の襲来はこのように終わる。
Ἡ δ’ ἑτέρη ἐς ἑπτὰ περιάγει, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν·
第二の襲来は七日目へと導き、第三は十一日目、第四は十四日目、第五は十七日目、第六は二十日目へと至る。
αὗται μὲν οὖν ἐπὶ τῶν ὀξυτάτων διὰ τεσσάρων ἐς τὰς εἴκοσι προσθέσεις.
これらは最も急性な病気において、二十日までは四日ごとの加算によるものである。
Οὐ δύναται δὲ ὅλαις ἡμέραις οὐθὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως·
しかし、これらのいずれも整数の日数で正確に計算することはできない。
οὐδὲ γὰρ οἱ ἐνιαυτοί τε καὶ μῆνες ὅλαις ἡμέραις πεφύκασιν.
なぜなら、年や月もまた、整数の日数から成り立っているわけではないからである。
§88. Ἐν τοῖσι καύσοισι τὰ ἀγαθὰ σημεῖα γινόμενα, οἷα ἐν τοῖσιν ὑγιεινοῖσι γέγραπται, μείονα μὲν ἐόντα ἐς τρίτην ἄνεσιν δηλοῖ, παχύτερα δὲ αὔριον, πάνυ παχέα δὲ αὐθημερόν.
8. 稽留熱において、回復する人々について書かれているような良い兆候が現れる場合、それらがより少なければ三日目の寛解を示し、より濃ければ明日、非常に濃ければ同日の寛解を示す。
§99. Ἐν τοῖσι καύσοισιν ἢν ἑβδομαίῳ ὕστερον ἐπιγένηται ἴκτερος, δῆλον ἀνίδρωτος·
9. 稽留熱において、もし七日目かそれ以降に黄疸が併発するなら、明らかに発汗を伴わない。
τὸ γὰρ νόσημα οὐ φιλέει ἔτι ἱδροῦν, οὐδὲ ἄλλῃ ἀφίστασθαι οὐδαμῇ, ἀλλὰ ὑγιὴς γίνεται.
なぜなら、病気はもはや発汗することを好まず、他のいかなる方法によっても転移することはないが、患者は健康になるからである。
§1010. Ἀνάγκη τοῦ θερμοῦ ἀπιόντος [καὶ] ἐφ’ ἑωυτὸ τὸ ὑγρὸν ἑλκύσαντος, τῷ πυρετῷ κρίσιν γενέσθαι διὰ τὰ οὖρα τὰ ἀποχωρέοντα ἢ καὶ τὰ διαχωρήματα κοιλίης, ἢ αἵματος ἐκ τῶν ῥινέων ῥύσιν, ἢ οὔρησιν πολλὴν, ἢ διαῤῥοίην ἰσχυρὴν, ἢ ἱδρῶτα, ἢ ἔμετον, γυναικὶ δὲ καὶ ἐπιμηνίων ὁδόν·
10. 熱が去り、水分を自らのもとへ引き寄せる時、排出される尿や腹の排泄物、あるいは鼻からの出血、多尿、激しい下痢、発汗、嘔吐、そして女性においては月経を通じて、熱の危急が生じることは必然である。
μάλιστα μὲν οὖν ταῦτα ποιέει κρίσιν, ἢ ὅ τι ἂν τουτέων ἐγγὺς γίνηται·
したがって、とりわけこれらのこと、あるいはこれらに類似することが危急をもたらす。
ποιέει δὲ καὶ ἕτερα κρίσεις, ἧττον μὲν τουτέων.
他のことも危急をもたらすが、これらほどではない。

語釈・文法注

  1. §1οἳ δ’ ἂν τουτέων τι μὴ ἐργάσωνται — 関係代名詞 οἵ(先行詞は ἱδρῶτες)に小辞 ἄν と接続法が組み合わさった一般的条件節。どのような発汗が有益でないかを条件的に説明している。
  2. §2ἰούσης τῆς νόσου — 動詞 εἶμι(行く)の現在分詞女性属格単数 ἰούσης と名詞 τῆς νόσου による絶対属格。「病が進むにつれて」という同時進行の状況を示す。
  3. §6τεταρταῖοί — 「四日目の」を意味する形容詞が主格複数で副詞的に用いられ、行為が行われる時(四日目に)を示している。同様に続く πεμπταῖοι も「五日目に」を意味する。
  4. §10τοῦ θερμοῦ ἀπιόντος [καὶ] ἐφ’ ἑωυτὸ τὸ ὑγρὸν ἑλκύσαντος — 中性名詞化した形容詞 τοῦ θερμοῦ(熱)を主語とする二つの分詞(現在分詞 ἀπιόντος とアオリスト分詞 ἑλκύσαντος)からなる絶対属格構文。主節の対格不定詞句(τῷ πυρετῷ κρίσιν γενέσθαι)の前提条件または原因を説明する。

この箇所を引用する

ヒポクラテス, 分利について §1-10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg052.humanitext-grc1:1-10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。