§55. Καί τοι ἔνιοι νοσέοντες ἀλλάσσουσι, τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελίης, οὐ μέντοι γε κολάσιος·
5. それでもなお、患者の中には医師を変える者がおり、奇をてらったものや不確かなものを好むが、彼らは無視されるに値するとしても、決して処罰されるには及ばない。
διὸ τουτέοισιν ἀντιτάξῃ εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευομένοισιν.
それゆえ、動揺の中で変化を求めて歩んでいる彼らに対して、あなたは当然のこととして対処すべきである。
Τίς γὰρ ὦ πρὸς Διὸς ἠδελφισμένος ἰητρὸς ἰητρεύειν πεισθείη ἀτεραμνίῃ;
なぜなら、ゼウスにかけて、同胞としての医師の誰が、頑なさに説き伏せられて治療を行うだろうか。
ὥστ’ ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ ξυμφέροντα ἐς θεραπηΐην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν.
その結果として、初めにすべての病状を詳しく調べるにあたり、治療に役立つ何かを提案せずにはいられないようにし、病人を治療し尽くして見過ごすことのないようにするためである。
§66. Τῆς δ’ ἐπικαρπίης, μὴ ἄνευ τῆς ἐπισκευαζούσης πρὸς μάθησιν ἐπιθυμίης.
6. 報酬については、学びへと向かわせる欲求を伴わなければならない。
Παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην εἰσάγειν, ἀλλ’ ἀποβλέπειν ἔς γε περιουσίην καὶ οὐσίην·
また、過度に非人道的であってはならず、富や財産に配慮することを勧める。
ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήνην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην.
時には無償で治療を行い、かつての感謝の記憶や、現在の評判を思い起こしなさい。
Ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκέειν τοῖσι τοιουτέοισιν·
もし、旅の者であり困窮している者であって、援助すべき時であるなら、そのような人々を最もよく助けなさい。
ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη.
なぜなら、人間愛があるところには、技術への愛もあるからである。
Ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ ἐπιεικείῃ εὐδοκέοντες, μεταλλάσσονται ἐς ὑγιείην.
ある患者たちは、自分自身の病状が安全な状態にないことを察知しつつも、医師の親切さに満足して、健康へと回復するからである。
Εὖ δ’ ἔχει νοσεόντων μὲν ἐπιστατέειν, ἕνεκεν ὑγιείης· ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης· φροντίζειν καὶ ὑγιαινόντων, ἕνεκεν εὐσχημοσύνης.
健康のために病人を監督することは良いことであり、また、病気にかからないために健康な人を気遣うことも、さらに品位のために健康な人を気遣うことも同様に良いことである。
§77. Οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο.
7. さて、技術の欠如のどん底にいる者たちは、前述のことを理解しないであろう。
Καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες, ἐλέγχη, ἐκ ποδὸς ὑψεύμενοι, τύχης γε μὴν δεόμενοι, ὑπό τινων εὐπόρων καὶ ἀσθενῶν ἔνδοσιν ἀναλαμβανόντων ἑκάτερῃ ἐπιτυχίῃ εὐδοκιμέουσι, καὶ διαπιπτόντων ἐπὶ τὸ χεῖρον, καταχλιδεῦσι καταμεμεληκότες τὰ τῆς τέχνης ἀνυπεύθυνα·
なぜなら、彼らは医師ではないのに、非難されるとすぐに尊大になり、しかし実際には幸運を必要としており、富裕な者や病弱な者たちが彼らを受け入れることによって、それぞれの成功において名声を得るからである。 そして、患者がより悪い状態へと陥る時には、技術の追及を怠りながら、責任を問われないことを良いことに贅沢にふけるのである。
ἐφ’ οἷς ἂν ἰητρὸς ἀγαθὸς ἀκμάζοι ὁμότεχνος καλεόμενος·
このような状況においてこそ、同じ技術を持つ者として呼ばれる優れた医師が、その本領を発揮するのである。
ὁ δὲ τὰς ἀκέσιας ἀναμαρτήτους ῥηϊδίως ἐπιτελέων οὐθὲν ἂν τουτέων παραβαίη, οὐ πάντη σπάνει τοῦ δύνασθαι·
しかし、誤りのない治療を容易に成し遂げる者は、これらの規則を何一つ破らないだろう。 能力が全く欠けているわけではないからである。
οὐ γὰρ ἄπιστός ἐστιν ὡς ἐν ἀδικίῃ.
なぜなら、彼は不正を行っているかのように信頼を失うことはないからである。
Πρὸς γὰρ θεραπηΐην οὐ γίνονται, σκοπέοντες διάθεσιν φθινώδεα, φυλασσόμενοι ἑτέρων ἰητρῶν ἐπεισαγωγὴν, ἐνόντες ἐν μισοπονηρίῃ βοηθήσιος.
彼らは、消耗性の病状を観察して、他の医師たちが招聘されるのを警戒し、援助への悪意のうちに留まっているため、治療へと向かわないのである。
Οἵ τε νοσέοντες ἀνιέμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἕως τέλους τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπηΐῃ·
また、病を放置された患者たちは、技術におけるより優れた治療に自らを最後まで委ねることなく、どちらの邪悪さの上でも漂っているのである。
ἄνεσις γάρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν·
なぜなら、何らかの病気の緩和は患者に大きな安らぎを与えるからである。
διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν, οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, μὴ νοέοντες ἰητροῦ ποικιλίην.
それゆえ、彼らは健康な状態を求めながらも、医師の多様な対応を理解しないために、常に同じ処置を受け入れようとはしない。
Πολυτελεῖς γὰρ ἀπορέουσιν ἐόντες, κακοτροπίῃ προσκυρεῦντες καὶ ἀχαριστέοντες ξυντυχεῖν, δυνατοὶ ἐόντες εὐπορέειν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες μὴ ὑπὲρ αὐτέων λαμβάνειν.
なぜなら、彼らは本来は富裕でありながらも出費を惜しみ、悪い習慣に陥り、出会う者に対して感謝を欠き、豊かになる能力を持ちながらも、報酬をめぐって汲々とし、利子の仕事や農業のために確かに健康でありたいと願いつつも、自らの生命のために受け入れることを顧みないからである。
§88. Περὶ σημασίης τοιαύτης ἅλις ἔστω·
8. このような兆候については、これで十分としよう。
ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται.
なぜなら、患者の病気の緩和と悪化は、医術による配分を必要とするからである。
Οὐκ ἄσχημον δὲ, οὐδ’ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους εἰσάγειν εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος.
また、ある医師が目の前の特定の患者のことで困難に直面し、自身の未熟さによって見通しが暗くなっている時に、共同の協議によって患者の容態を調査し、治療の方途を見出すための協力者とするために、他の医師たちも招き入れるよう勧めることは、不名誉なことではない。
Ἐν γὰρ κακοπαθείης παρεδρίῃ, ἐπιτείνοντος τοῦ πάθεος, δι’ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρεόντι·
なぜなら、苦痛が持続し、病状が悪化する中で、方策がないために多くの者は目の前の状況から逃げ出してしまうからである。
θαῤῥητέον οὖν ἐν καιρῷ τοιουτέῳ·
それゆえ、このような時にこそ、勇気を持たなければならない。
οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τουτέου.
なぜなら、私はこのようなこと、すなわち医術がこのようなことで評価されるとは決して定義しないからである。
Μηδέποτε φιλονεικέειν προσκυρέοντας ἀλλήλοισι καὶ κατασιλλαίνειν·
互いに出会う際に、決して争ったり、嘲り合ったりしてはならない。
ὃ γὰρ ἂν μεθ’ ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ, ἀκιδνὸς γὰρ ἂν φανείη·
私が誓いをもって言おう。 医師の理性が他の医師を羨むようなことは決してあってはならない。 もしそうなら、その理性は貧弱に見えるだろうからである。
ἀλλὰ μᾶλλόν οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως.
むしろ、市場での商売にうつつを抜かす者たちこそが、このようなことを平気で行うのである。
Καίτοι γε οὐδὲ ψευδέως κατανενόηται·
しかしながら、次のことも誤りなく理解されている。
πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι.
すなわち、あらゆる解決策の中には、困難が潜んでいる、ということである。