§99. Μετὰ τουτέων δὲ πάντων μέγα ἂν τεκμήριον φανείη ξὺν τῇ οὐσίῃ τῆς τέχνης, εἴ τις καλῶς ἰητρεύων προσαγορεύσιος τοιαύτης μὴ ἀποσταίη, κελεύων τοῖσι νοσέουσι μηδὲν ὀχλεῖσθαι κατὰ διάνοιαν, ἐν τῷ σπεύδειν ἀφικέσθαι ἐς καιρὸν σωτηρίης.
9. これらすべてのことのほかに、もし優れた治療を行う者がそのような語りかけを怠らず、患者たちに対して、救いの好機に達しようと急いでいる最中に心の中で何も煩わされないようにと命じるならば、それは医術の実在とともに大きな証拠となるであろう。
Ἡγεύμεθα γὰρ ἃ χρὴ ἐς τὴν ὑγιείην, καὶ προστασσόμενος γε οὐ διαμαρτήσει.
なぜなら、私たちは健康に必要なことへと導くのであり、命じられたあなたは決して誤らないからである。
Αὐτοὶ μὲν γὰρ οἱ νοσέοντες διὰ τὴν ἀλγεινὴν διάθεσιν ἀπαυδέοντες ἑωυτούς τε [ἀποῤῥίπτοντες] μεταλλάσσουσι τῆς ζωῆς· ὁ δ’ ἐγκεχειρισμένος τὸν νοσέοντα, ἐὰν ἀποδείξῃ τὰ τῆς τέχνης ἐξευρήματα, σώζων οὐκ ἀλλοιῶν φύσιν, ἀποίσει τὴν παρεοῦσαν πικρίην ἢ τὴν παραυτίκα ἀπιστίην.
実際、患者自身は苦痛に満ちた状態のために自暴自棄になり、自らを[投げ出して]命を落としてしまうが、患者を委ねられた者は、医術の発明を示し、本性を変えることなく救いながら、現在の苦痛や当座の不信感を取り除くくだろう。
Ἡ γὰρ τοῦ ἀνθρώπου εὐεξίη φύσις τίς ἐστι φύσει περιπεποιημένη κίνησιν οὐκ ἀλλοτρίην, ἀλλὰ λίην γε εὐαρμοστεῦσαν, πνεύματί τε καὶ θερμασίῃ καὶ χυμῶν κατεργασίῃ, πάντη τε καὶ πάσῃ διαίτῃ καὶ τοῖσι ξύμπασι δεδημιουργημένη, ἢν μή τι ἐκ γενετῆς ἢ ἀπ’ ἀρχῆς ἔλλειμμα ᾖ·
人間の健康とは、生来、異質ではなく極めて調和した運動を自然に身につけたある種の本性であり、息や熱、体液の成熟、あらゆる方法やあらゆる養生法、そして万物によって作り上げられている。 ただし、生まれつき、あるいは最初からの欠陥がない限りである。
ἢν δὲ γένηταί τι, ἐξιτήλου ἐόντος, πειρᾶσθαι ἐξομοιοῦν τῇ ὑποκειμένῃ·
もし何らかの欠陥が生じたとしても、それが消え去ろうとしているときには、根底にある本性に適合させようと試みるべきである。
παρὰ γὰρ φύσιν τὸ μινύθημα καὶ διὰ χρόνου.
なぜなら、衰退は自然に反するものであり、時の経過によって生じるからである。
§1010. Φευκτέη δὲ καὶ θρύψις ἐπικρατίδων διὰ προσκύρησιν ἀκέσιος, ὀδμή τε περίεργος·
10. また、治療に出会うための頭飾りの気取りや、度を超した匂いは避けるべきである。
διὰ γὰρ ἱκανὴν ἀξυνηθείην διαβολὴν κέκτησαι, διὰ δὲ τὴν ὀλίγην, εὐσχημοσύνην·
なぜなら、過度な風変わりさは非難を招くが、わずかであれば品位をもたらすからである。
ἐν γὰρ μέρει πόνος ὀλίγος, ἐν πᾶσι ἱκανός.
部分的には少ない労力で済むが、全体においては十分な労力が必要だからである。
Εὐχαριστίην δὲ οὐ περιαιρέω·
しかし、私は感謝を取り除くことはしない。
ἀξίη γὰρ ἰητρικῆς προστασίης.
それは医術による保護に値するからである。
§1111. Προσθέσιος δὲ δι’ ὀργάνων καὶ σημαντικῶν ἐπιδείξιος, καὶ τῶν τοιουτοτρόπων μνήμην παρεῖναι.
11. 器具の適用や、象徴的なデモンストレーション、および同種のものについて、注意が払われるべきである。
§1212. Ἢν δὲ καὶ εἵνεκα ὁμίλου θέλῃς ἀκρόασιν ποιήσασθαι, οὐκ ἀγακλεῶς ἐπιθυμέεις, μὴ μέντοι γε μετὰ μαρτυρίης ποιητικῆς·
12. もしあなたが大衆のために講義を行いたいと望むなら、その望みは不名誉なものではないが、詩的な引用を伴ってはならない。
ἀδυναμίην γὰρ ἐμφαίνει φιλοπονίη·
なぜなら、そのような勤勉さは無能力を露呈するからである。
ἀπαρνέομαι γὰρ εἰς χρῆσιν ἑτέρην φιλοπονίην μετὰ πόνου ἱστοριευμένην, διὸ ἐν ἑωυτῇ μούνῃ αἵρεσιν ἔχουσαν χαρίεσσαν·
実際、私は他の実用のために、苦痛を伴って探究された、それゆえ自身の中にのみ優美な選択を持つ勤勉さを拒絶する。
περιποιήσῃ γὰρ κηφῆνος μετὰ παραπομπῆς ματαιοκοπίην.
なぜなら、あなたは取り巻きを伴った怠け者の無駄なおしゃべりを身にまとうだけになるからである。
§1313. Εὐκτέη δὲ καὶ διάθεσις ἐκτὸς ἐοῦσα ὀψιμαθίης·
13. また、遅まきの学問から離れた性質を望むべきである。
παρεόντων μὲν οὐδὲν ἐπιτελέει· ἀπεόντων δὲ μνήμη ἀνεκτή.
そのような知識は、実際に目の前にあるときには何の役にも立たないが、それが無いときには、その記憶は耐えうるものである。
Γίνεται τοίνυν πάμμαχος ἀτυχίη, μετὰ λύμης νεαρῆς, ἀφροντιστεῦσα εὐπρεπίης, ὁρισμοῖς τε καὶ ἐπαγγελίῃσιν ὅρκοις τε παμμεγέθεσι, θεῶν εἵνεκεν, ἰητροῦ προστατέοντος νόσου, ἀναγνώσιος ξυνεχείης, κατηχήσιός τε ἰδιωτέων φιλαλυστέων λόγους ἐκ μεταφορῆς διαζηλευομένου, καὶ πρινὴ νούσῳ καταπορέωσιν ἠθροισμένοι.
さて、品位を顧みず、神々にかけて、定義や約束や極めて大きな誓いを伴い、医師が病気を管理している際に、絶え間なく読書し、おしゃべり好きな素人たちに比喩的な言葉を熱心に模倣する者の講釈を行い、彼らが病気で動けなくなる前から呼び集められているという、新たな害悪を伴うあらゆる手を使う不幸が生じる。
Τῶν μὲν οὖν τοιουτέων ὅποι ἂν καὶ ἐπιστατήσαιμι, οὐκ ἂν ἐπὶ θεραπηΐης ξυλλόγου αἰτήσαιμι ἂν θαρσαλέως βοηθεῖν·
したがって、私が治療を指揮するいかなる場所においても、そのような者たちの中から治療の合議において自信を持って助力を求めることはないだろう。
ἱστορίης γὰρ εὐσχήμονος σύνεσις ἐν τουτέοισι διεφθαρμένη.
なぜなら、彼らにおいては品位ある探究の理解が損なわれているからである。
Τουτέων οὖν δι’ ἀνάγκην ἀξυνέτων ἐόντων, παρακελεύομαι χρησίμην εἶναι τὴν τριβὴν, μὴ τὴν τήρησιν δογμάτων ἱστορίης.
それゆえ、彼らは必然的に無知であるため、私は探究の教条の墨守ではなく、実践的な経験こそが有益であると勧める。
Τίς γὰρ ἐπιθυμεῖ δογμάτων πολυσχιδίην ἀτρεκέως ἱστορέειν, μή γε χειροτριβίης ἀτρεμεότητι;
手技の確実さがないのに、いったい誰が教条の多岐にわたる複雑さを正確に探究したいと望むだろうか。
διὸ παραινέω τουτέοισι λέγουσι μὲν προσέχειν, ποιέουσι δὲ ἐγκόπτειν.
それゆえ、私はそういう人々に対して、彼らが語ることには注意を払い、行うときにはそれを阻止することを勧める。
§1414. Ξυνεσταλμένης διαίτης, μὴ μακρὴν ἐγχειρέειν·
14. 食事が制限されているときは、長く治療を試みてはならない。
τοῦ κάμνοντος χρονίη ἡ ἐπιθυμίη·
病人の欲望は長く続くものである。
ἀνίστησι καὶ ξυγχωρίη ἐν χρονίῃ νούσῳ, ἤν τις προσέχῃ τυφλῷ τὸ δέον.
盲目的に必要なことに従うなら、慢性的な病気においても、譲歩が患者を回復させる。
Ὡς μέγας φόβος φυλακτέος, καὶ χάρας δεινότης.
なんと大きな恐怖が警戒されるべきであり、喜びの激しさも同様である。
Ἠέρος αἰφνιδίη ταραχὴ φυλακτέη.
空気の突然の変化は警戒されるべきである。
Ἀκμὴ ἡλικίης πάντα ἔχει χαρίεντα, ἀπόληξις δὲ τοὐναντίον.
年齢の絶頂期はすべてのことが優美であるが、衰退期はその逆である。
Ἀσαφίη δὲ γλώττης γίνεται ἢ διὰ πάθος, ἢ διὰ τὰ οὔατα, πρίν τε πρότερα ἐξαγγεῖλαι, ἕτερα ἐπιλαλεῖν, ἢ πρὶν τὸ διανενοημένον εἰπεῖν, ἕτερα ἐπιδιανοεῖσθαι·
言葉の不明瞭さは、病気によるか、あるいは耳によるか、前のことを言い表す前に別のことを口にしてしまうか、あるいは考えていたことを言う前に別のことを重ねて考えてしまうことによって生じる。
τὸ μὲν ἄνευ πάθους ὁρατοῦ λελεγμένου μάλιστα ξυμβαίνει φιλοτεχνοῦσιν.
目に見える病気の兆候を伴わない後者の現象は、特に医術を熱心に探求する者たちに起こる。
Ἡλικίης, σμικροῦ ἐόντος τοῦ ὑποκειμένου, δύναμις ἐνίοτε πάμπουλυς.
年齢においては、対象が小さくても、その力は時に極めて大きい。
Νούσου ἀταξίη μῆκος σημαίνει· κρίσις δὲ ἀπόλυσις νούσου.
病気の不規則さは長期化を意味し、危機は病気からの解放である。
Μικρὴ αἰτίη ἄκεσι λύεται, ἢν μή τι περὶ τόπον καίριον πάθῃ.
重大な器官に障害が生じない限り、小さな原因は治療によって解決される。
Διότι ξυμπάθησις ὑπὸ λύπης ἐοῦσα ὀχλέει, ἐξ ἑτέρου συμπαθείης τινὲς ὀχλεῦνται.
苦痛による共感が煩わしさを引き起こすため、他人の共感によって煩わされる人々もいる。
Καταύδησις λυπέει.
大声での説教は苦痛を与える。
Φιλοπονίης κρατερῆς ὕπο, παραίνεσις, ἀλέα, ᾠδὴ, τόπος ὀνησιφόρος.
厳しい労働のもとでは、励まし、温かさ、歌、そして有益な場所が助けとなる。