§55. Καί τοι ἔνιοι νοσέοντες ἀλλάσσουσι, τὸ ξενοπρεπὲς καὶ τὸ ἄδηλον προκρίνοντες, ἄξιοι μὲν ἀμελίης, οὐ μέντοι γε κολάσιος·
5. 然而,有些病人会更换医生,他们宁愿选择新奇和不确定的事物;尽管他们理应被忽视,但绝不应该受到惩罚。
διὸ τουτέοισιν ἀντιτάξῃ εἰκότως μεταβολῆς ἐπὶ σάλου πορευομένοισιν.
因此,对于这些在动荡中寻求变化的人,你理所当然应当予以应对。
Τίς γὰρ ὦ πρὸς Διὸς ἠδελφισμένος ἰητρὸς ἰητρεύειν πεισθείη ἀτεραμνίῃ;
抬头看在宙斯的份上,哪一个具有高尚同胞情怀的医生会被顽固所说服去进行治疗呢?
ὥστ’ ἐν ἀρχῇ ἀνακρίνοντα πᾶν πάθος μὴ οὐχ ὑποθέσθαι τινὰ ξυμφέροντα ἐς θεραπηΐην, ἀποθεραπεῦσαί τε τὸν νοσέοντα καὶ μὴ παριδεῖν.
以至于在开始检查每一种病症时,不会不提出一些有利于治疗的建议,以便彻底治愈病人而不去忽视他。
§66. Τῆς δ’ ἐπικαρπίης, μὴ ἄνευ τῆς ἐπισκευαζούσης πρὸς μάθησιν ἐπιθυμίης.
6. 至于报酬,不应没有那促使学习的渴望。
Παρακελεύομαι δὲ μὴ λίην ἀπανθρωπίην εἰσάγειν, ἀλλ’ ἀποβλέπειν ἔς γε περιουσίην καὶ οὐσίην· ὁτὲ δὲ προῖκα, ἀναφέρων μνήνην εὐχαριστίης προτέρην ἢ παρεοῦσαν εὐδοκίην.
我劝你不要引入过多的不近人情,而要顾及病人的财富和财产;有时则应免费治疗,以唤回过去的感激之情或当前的良好声誉。
Ἢν δὲ καιρὸς εἴη χορηγίης ξένῳ τε ἐόντι καὶ ἀπορέοντι, μάλιστα ἐπαρκέειν τοῖσι τοιουτέοισιν· ἢν γὰρ παρῇ φιλανθρωπίη, πάρεστι καὶ φιλοτεχνίη.
如果遇到需要向外来者且贫困者提供援助的机会,最要全力帮助这类人;因为哪里有对人类的爱,哪里就有对医术的爱。
Ἔνιοι γὰρ νοσέοντες ᾐσθημένοι τὸ περὶ ἑωυτοὺς πάθος μὴ ἐὸν ἐν ἀσφαλείῃ, καὶ τῇ τοῦ ἰητροῦ ἐπιεικείῃ εὐδοκέοντες, μεταλλάσσονται ἐς ὑγιείην.
因为有些病人察觉到自己的病况并不安全,但因对医生的仁慈感到满意,便恢复了健康。
Εὖ δ’ ἔχει νοσεόντων μὲν ἐπιστατέειν, ἕνεκεν ὑγιείης· ὑγιαινόντων δὲ φροντίζειν, ἕνεκεν ἀνοσίης· φροντίζειν καὶ ὑγιαινόντων, ἕνεκεν εὐσχημοσύνης.
为了健康而监管病人是件好事,而为了免受疾病折磨而关照健康的人,以及为了体面而关照健康的人,也同样是件好事。
§77. Οἱ μὲν οὖν ἐόντες ἐν βυθῷ ἀτεχνίης τῶν προλελεγμένων οὐκ ἂν αἰσθάνοιντο.
7. 那些处于无技术之深渊的人,是无法领会前述之事的。
Καὶ γὰρ οὗτοι ἀνίητροι ἐόντες, ἐλέγχη, ἐκ ποδὸς ὑψεύμενοι, τύχης γε μὴν δεόμενοι, ὑπό τινων εὐπόρων καὶ ἀσθενῶν ἔνδοσιν ἀναλαμβανόντων ἑκάτερῃ ἐπιτυχίῃ εὐδοκιμέουσι, καὶ διαπιπτόντων ἐπὶ τὸ χεῖρον, καταχλιδεῦσι καταμεμεληκότες τὰ τῆς τέχνης ἀνυπεύθυνα·
因为这些人实际上并不是医生,一旦遭到驳斥,他们立刻就会自命不凡,然而他们其实全靠运气;由于受到一些富裕且体弱的人的接纳,他们在每一次成功中都获得了名声。 而当情况恶化时,他们却玩忽职守,在无需承担责任的医术中过着奢侈的生活。
ἐφ’ οἷς ἂν ἰητρὸς ἀγαθὸς ἀκμάζοι ὁμότεχνος καλεόμενος·
在这些情况下,如果一位同行的优秀医生被召来,他便会脱颖而出。
ὁ δὲ τὰς ἀκέσιας ἀναμαρτήτους ῥηϊδίως ἐπιτελέων οὐθὲν ἂν τουτέων παραβαίη, οὐ πάντη σπάνει τοῦ δύνασθαι· οὐ γὰρ ἄπιστός ἐστιν ὡς ἐν ἀδικίῃ.
然而,那些能轻易完成无误治疗的人,绝不会违反这些规则中的任何一条,因为他们并非完全缺乏能力;因为他不会像做坏事那样不值得信任。
Πρὸς γὰρ θεραπηΐην οὐ γίνονται, σκοπέοντες διάθεσιν φθινώδεα, φυλασσόμενοι ἑτέρων ἰητρῶν ἐπεισαγωγὴν, ἐνόντες ἐν μισοπονηρίῃ βοηθήσιος.
而那些无能者并不致力于治疗,他们看着消耗性的病症,防范着其他医生的引入,固执于对援助的恶意之中。
Οἵ τε νοσέοντες ἀνιέμενοι νήχονται ἐπὶ ἑκατέρῃ μοχθηρίῃ μὴ ἐγκεχειρικότες ἑωυτοὺς ἕως τέλους τῇ ἐν τῇ τέχνῃ πλείονι θεραπηΐῃ· ἄνεσις γάρ νούσου τινὸς κάμνοντι παρέχει μεγάλην ἀλεωρήν·
那些被放弃的病人则在双重的危害中随波逐流,因为他们没有将自己托付给医术中更好的治疗直至最后;因为病痛的缓解能给病人带来极大的慰藉。
διὸ δεόμενοι τὴν ὑγιεινὴν διάθεσιν, οὐκ ἐθέλουσι τὴν αὐτὴν χρῆσιν αἰεὶ προσδέχεσθαι, μὴ νοέοντες ἰητροῦ ποικιλίην.
因此,他们虽然需要健康的体魄,却因不理解医生的多样手段,而不愿总是接受同样的治疗。
Πολυτελεῖς γὰρ ἀπορέουσιν ἐόντες, κακοτροπίῃ προσκυρεῦντες καὶ ἀχαριστέοντες ξυντυχεῖν, δυνατοὶ ἐόντες εὐπορέειν, διαντλίζονται περὶ μισθαρίων, ἀτρεκέως ἐθέλοντες ὑγιέες εἶναι εἵνεκεν ἐργασίης τόκων ἢ γεωργίης, ἀφροντιστέοντες μὴ ὑπὲρ αὐτέων λαμβάνειν.
因为他们虽然富有却吝啬,落入恶劣的习性,对相遇的人忘恩负义;他们虽有能力富足,却为微薄的酬金斤斤计较,确实想为了利息工作或农业而保持健康,却不关心为了自己的生命而接受治疗。
§88. Περὶ σημασίης τοιαύτης ἅλις ἔστω· ἄνεσις γὰρ καὶ ἐπίτασις νοσέοντος ἐπινέμησιν ἰητρικὴν κέχρηνται.
8. 关于此类迹象,说这些就足够了;因为病人的缓解与加剧,都需要医术上的合理调配。
Οὐκ ἄσχημον δὲ, οὐδ’ ἤν τις ἰητρὸς στενοχωρέων τῷ παρεόντι ἐπί τινι νοσέοντι καὶ ἐπισκοτεόμενος τῇ ἀπειρίῃ κελεύῃ καὶ ἑτέρους εἰσάγειν εἵνεκα τοῦ ἐκ κοινολογίης ἱστορῆσαι τὰ περὶ τὸν νοσέοντα, καὶ συνεργοὺς γενέσθαι ἐς εὐπορίην βοηθήσιος.
而且,如果一个医生在面对眼前的特定病人遇到困难,并因经验不足而感到迷茫时,建议引入其他医生,以便通过共同商议来探究病人的情况,并成为寻找援助方针的合作者,这并不是件不体面的事。
Ἐν γὰρ κακοπαθείης παρεδρίῃ, ἐπιτείνοντος τοῦ πάθεος, δι’ ἀπορίην τὰ πλεῖστα ἐκκλίνουσι τῷ παρεόντι· θαῤῥητέον οὖν ἐν καιρῷ τοιουτέῳ· οὐδέποτε γὰρ ἐγὼ τὸ τοιοῦτο ὁριεῦμαι, ὅτι ἡ τέχνη κέκριται περὶ τουτέου.
因为在痛苦持续、病症加剧时,大多数人由于束手无策而逃避眼前的状况;因此,在这种时候必须要有勇气;因为我决不认为医术是因这种事情而被评判的。
Μηδέποτε φιλονεικέειν προσκυρέοντας ἀλλήλοισι καὶ κατασιλλαίνειν· ὃ γὰρ ἂν μεθ’ ὅρκου ἐρέω, οὐδέποτε ἰητροῦ λογισμὸς φθονήσειεν ἂν ἑτέρῳ, ἀκιδνὸς γὰρ ἂν φανείη· ἀλλὰ μᾶλλόν οἱ ἀγχιστεύοντες ἀγοραίης ἐργασίης πρήσσουσι ταῦτα εὐμαρέως.
相遇时切不可互相争斗和嘲讽;因为我敢起誓,医生的理性绝不会嫉妒同行,否则那理性就会显得软弱无力;相反,只有那些专注于市场买卖的市侩之辈,才会毫无顾忌地做出这些事。
Καίτοι γε οὐδὲ ψευδέως κατανενόηται· πάσῃ γὰρ εὐπορίῃ ἀπορίη ἔνεστι.
然而,这也并非虚妄的领悟:因为在每一种解决办法中,都包含着困难。