§1111. Ἐπὴν δὲ ἐσίῃς πρὸς τὸν νοσέοντα, τουτέων σοι ἀπηρτισμένων, ἵνα μὴ ἀπορῇς, εὐθέτως ἔχων ἕκαστα πρὸς τὸ ποιησόμενον, ἴσθι γινώσκων, ὃ χρὴ ποιέειν πρὶν ἐσελθεῖν·
11. 病人を訪ねるとき、これら(の器具や薬)が整えられて、あなたが途方に暮れることのないように、行うべきことに向けてそれぞれを適切に配置した上で、入室する前に何をなすべきかを確かに知っておくようにせよ。
πολλὰ γὰρ οὐδὲ συλλογισμοῦ, ἀλλὰ βοηθείης δεῖται τῶν πραγμάτων.
なぜなら、多くの事柄は推論さえも必要とせず、事態の直接の助けを必要とするからである。
Προδιαστέλλεσθαι οὖν χρὴ τὸ ἐκβησόμενον ἐκ τῆς ἐμπειρίης·
それゆえ、経験に基づいて、どのような結果になるかをあらかじめ見極めておくべきである。
ἔνδοξον γὰρ καὶ εὐμαθές.
なぜなら、そうすることは名誉をもたらし、また理解しやすいからである。
§1212. Ἐν δὲ τῇ εἰσόδῳ μεμνῆσθαι καὶ καθέδρης, καὶ καταστολῆς, περιστολῆς, ἀνακυριώσιος, βραχυλογίης, προσεδρίης, ἐπιμελείης, ἀντιλέξιος πρὸς τὰ ἀπαντώμενα, πρὸς τοὺς ὄχλους τοὺς ἐπιγινομένους εὐσταθείης τῆς ἐν ἑωυτῷ, πρὸς τοὺς θορύβους ἐπιπλήξιος, πρὸς τὰς ὑπουργίας ἑτοιμασίης.
12. また、入室にあたっては、座り方、身だしなみ、衣服の整え方、威厳、言葉数の少なさ、付き添い方、気配り、生じる事態に対する受け答え、取り囲む群衆に対する己の内の沈着さ、騒ぎに対する非難、介助に対する準備を忘れないようにしなければならない。
Ἐπὶ τουτέοισι μέμνησο παρασκευῆς τῆς πρώτης·
これらに加えて、最初の準備を忘れてはならない。
εἰ δὲ μὴ, τὰ κατ’ ἄλλα ἀδιάπτωτον, ἐξ ὧν παραγγέλλεται εἰς ἑτοιμασίην.
さもなければ、準備のために指示される事柄に基づいて、他の点において抜かりなくあるべきである。
§1313. Ἐσόδῳ χρέο πυκνῶς, ἐπισκέπτεο ἐπιμελέστερον, τοῖσιν ἀπατεωμένοισιν ἐπὶ τὰς μεταβολὰς ἀπαντῶν·
13. 頻繁に訪問し、より注意深く診察し、変化によって欺かれている者たちに対応せよ。
ῥᾷον γὰρ εἴσῃ, ἅμα δὲ καὶ εὐμαρέστερος ἔσῃ·
そうすれば、より容易に知り、同時にあなた自身もより対処しやすくなるだろう。
ἄστατα γὰρ τὰ ἐν ὑγροῖσι· διὸ καὶ εὐμεταποίητα ὑπὸ φύσιος καὶ ὑπὸ τύχης·
流動物の状態は不安定であり、それゆえ自然によっても偶然によっても容易に変化するからである。
ἀβλεπτηθέντα γὰρ τὰ κατὰ τὸν καιρὸν τῆς ὑπουργίης ἔφθασαν ὁρμήσαντα καὶ ἀνελόντα·
実際、介助の瞬間に見過ごされた事柄は、急速に進行して死に至らしめる。
οὐ γὰρ ἦν τὸ ἐπικουρῆσον.
助ける手段がなかったからである。
Πολλὰ γὰρ ἅμα τὰ προσιόντα τι χαλεπόν·
多くの事柄が一度に押し寄せるのは困難なことである。
τὸ γὰρ καθ’ ἓν κατ’ ἐπακολούθησιν εὐθετώτερον καὶ ἐμπειρότερον.
一つずつ順を追って対処する方が、より扱いやすく、経験の深さを示すからである。
§1414. Ἐπιτηρεῖν δὲ δεῖ καὶ τὰς ἁμαρτίας τῶν καμνόντων, δι’ ὧν πολλοὶ πολλάκις διεψεύσαντο ἐν τοῖσι προσάρμασι τῶν προσφερομένων·
14. また、患者側の過ちにも注意を払わねばならない。 彼らはそれによって、与えられたものの服用に関して、しばしば多くの偽りをつく。
ἐπεὶ τὰ μισητὰ ποτήματα οὐ λαμβάνοντες, ἢ φαρμακευόμενοι ἢ θεραπευόμενοι, ἀνῃρέθησαν·
すなわち、嫌な飲み薬を服用しなかったり、あるいは下剤や治療を受けている際中であるにもかかわらず、命を落としたりする。
καὶ αὐτῶν μὲν οὐχ ὡς ὁμολογίην τρέπεται τὸ ποιηθὲν, τῷ δὲ ἰητρῷ τὴν αἰτίην προσῆψαν.
そして彼ら自身は、なされたことを(自らの過ちとして)認める方に顔を向けず、医師にその責任をなすりつけるのである。
§1515. Ἐσκέφθαι δὲ χρὴ καὶ τὰ περὶ ἀνακλίσεων, ἃ μὲν αὐτέων πρὸς τὴν ὥρην, ἃ δὲ καὶ πρὸς τὰ γένεα·
15. また、寝床についても考慮せよ。 あるものは季節に応じ、あるものは病気の種類に応じるべきである。
οἱ μὲν γὰρ αὐτέων ἐς ὑψηλοὺς, οἱ δὲ ἐς μὴ ὑψηλοὺς, οἱ δὲ ἐς καταγείους καὶ σκοτεινοὺς τόπους·
すなわち、ある患者は高い場所に、ある患者は高くない場所に、ある患者は地下や暗い場所に配置する。
τά τε ἀπὸ ψόφων καὶ ὀσμῶν, μάλιστα δ’ ἀπὸ οἴνου, χειροτέρη γὰρ αὕτη, φυγεῖν δὲ καὶ μετατιθέναι.
また、騒音や臭い、とりわけワインの臭い(これは最悪のものである)から受ける影響を避け、配置を換えるべきである。
§1616. Πρήσσειν δ’ ἅπαντα ταῦτα ἡσύχως, εὐσταλέως, μεθ’ ὑπουργίης τὰ πολλὰ τὸν νοσέοντα ὑποκρυπτόμενον·
16. これらすべてを静かに、端正に、多くの場合において患者に隠しながら介助をもって行え。
ἃ δὲ χρὴ, παρακελεύοντα ἱλαρῶς καὶ εὐδιεινῶς, σφέτερα δὲ ἀποτρεπόμενον, ἅμα μὲν ἐπιπλήσσειν μετὰ πικρίης καὶ ἐντάσεων, ἅμα δὲ παραμυθέεσθαι μετ’ ἐπιστροφῆς καὶ ὑποδέξιος, μηδὲν ὑποδεικνύντα τῶν ἐσομένων ἢ ἐνεστώτων αὐτέοισι·
必要なことは陽気に、また安心させるように指示し、患者自身の気を逸らせながら、ある時は厳しく緊張感をもって戒め、またある時は細やかな注意と親切さをもって慰め、彼らに起こるであろうことや、今まさに起こっていることを一切漏らしてはならない。
πολλοὶ γὰρ δι’ αἰτίην ταύτην ἐφ’ ἑκάτερα ἀπεώσθησαν, διὰ τὴν πρόῤῥησιν τὴν προειρημένην τῶν ἐνεστώτων ἢ ἐπεσομένων.
なぜなら、多くの者が、現下の事態や将来起こることについての上述の予言によって、どちらの側にも追いやられてしまったからである。
§1717. Τῶν δὲ μανθανόντων ἔστω τὶς ὁ ἐφεστὼς, ὅκως τοῖσι παραγγέλμασιν οὐκ ἀκαίρως χρήσεται, ποιήσει δὲ ὑπουργίην τὸ προσταχθέν·
17. 弟子たちのうちの一人を受け持ちの者とし、指示された事柄を不適切な時期に行うことがなく、命じられた介助を果たすようにさせよ。
ἐκλέγεσθαι δὲ αὐτέων ἤδη τοὺς ἐς τὰ τῆς τέχνης εἰλημμένους, προσδοῦναί τι τῶν ἐς τὸ χρέος, ἢ ἀσφαλέως προσενεγκεῖν·
彼らのうち、すでに技術の手ほどきを受けている者を選び、必要に応じて何かを補わせるか、あるいは安全に投与させよ。
ὅκως τε ἐν διαστήμασι μηδὲν λανθάνῃ σε·
そして、その合間に何事もあなたに見落とされることのないようにせよ。
ἐπιτροπὴν δὲ τοῖσιν ἰδιώτῃσι μηδέποτε διδοὺς περὶ μηδενός·
素人には決して何事の管理も委ねてはならない。
εἰ δὲ μὴ, τὸ κακῶς πρηχθὲν εἰς σὲ χωρῆσαι τὸν ψόγον ἐᾷ·
さもなければ、悪く行われたことの非難があなたに及ぶのを許すことになる。
μήποτ’ ἀμφιβόλως ἔχῃ, ἐξ ὧν τὸ μεθοδευθὲν χωρήσει, καὶ οὐ σοὶ τὸν. ψόγον περιάψει, καὶ τευχθὲν δὲ πρὸς τὸ κλέος ἔσται·
治療されたことがどのように展開するかについて彼が決して疑いを持たないようにすれば、あなたに非難を着せることはなく、また成功したときには名声となるであろう。
πρόλεγε οὖν ταῦτα πάντα ἐπὶ τῶν ποιευμένων, οἷς καὶ τὸ ἐπεγνῶσθαι πρόκειται.
それゆえ、行動を起こしている者たち、すなわち世に知られることがあらかじめ定められている者たちに対して、これらすべてのことをあらかじめ説いておけ。
§1818. Τοιουτέων οὖν ἐόντων τῶν πρὸς εὐδοξίην καὶ εὐσχημοσύνην τῶν ἐν τῇ σοφίῃ καὶ ἰητρικῇ καὶ ἐν τῇσιν ἄλλῃσι τέχνῃσι, χρὴ τὸν ἰητρὸν διειληφότα τὰ μέρεα περὶ ὧν εἰρήκαμεν, περιεννύμενον πάντοτε τὴν ἑτέρην διατηρέοντα φυλάσσειν, καὶ παραδιδόντα ποιέεσθαι·
18. それゆえ、知恵、医学、およびその他の技術において、名声と端正さをもたらすものがこのようなものである以上、医師は私たちが述べた諸部分を理解し、常に他方を身にまとって、維持し、見守り、また伝授しながら実践しなければならない。
εὐκλεᾶ γὰρ ἐόντα πᾶσιν ἀνθρώποισι διαφυλάσσεται·
それらは栄誉あるものとして、すべての人々の間で守り伝えられるからである。
οἵ τε δι’ αὐτέων ὁδεύσαντες δοξασταὶ πρὸς γονέων καὶ τέκνων·
また、それらの中を歩んできた人々は、親からも子からも尊ばれる。
κἤν τινες αὐτέων μὴ πολλὰ γινώσκωσιν, ὑπ’ αὐτέων τῶν πρηγμάτων ἐς σύνεσιν καθίστανται.
そして彼らのうちの何人かが多くのことを知らなくとも、事態そのものによって理解へと導かれるのである。