- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg050.humanitext-grc1:11-18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
医師が患者を訪問する際の事前準備、入室時の作法、頻繁な診察の重要性、患者側の過ちへの対処、寝室の環境、患者との接し方、および弟子への役割分担について述べている。
11. Ἐπὴν δὲ ἐσίῃς πρὸς τὸν νοσέοντα, τουτέων σοι ἀπηρτισμένων,1 ἵνα μὴ ἀπορῇς, εὐθέτως ἔχων ἕκαστα πρὸς τὸ ποιησόμενον, ἴσθι γινώσκων,2 ὃ χρὴ ποιέειν πρὶν ἐσελθεῖν· πολλὰ γὰρ οὐδὲ συλλογισμοῦ, ἀλλὰ βοηθείης δεῖται τῶν πραγμάτων. Προδιαστέλλεσθαι οὖν χρὴ τὸ ἐκβησόμενον ἐκ τῆς ἐμπειρίης· ἔνδοξον γὰρ καὶ εὐμαθές.
11. 病人を訪ねるとき、これら(の器具や薬)が整えられて、あなたが途方に暮れることのないように、行うべきことに向けてそれぞれを適切に配置した上で、入室する前に何をなすべきかを確かに知っておくようにせよ。なぜなら、多くの事柄は推論さえも必要とせず、事態の直接の助けを必要とするからである。それゆえ、経験に基づいて、どのような結果になるかをあらかじめ見極めておくべきである。なぜなら、そうすることは名誉をもたらし、また理解しやすいからである。
12. Ἐν δὲ τῇ εἰσόδῳ μεμνῆσθαι3 καὶ καθέδρης, καὶ καταστολῆς, περιστολῆς, ἀνακυριώσιος, βραχυλογίης, προσεδρίης, ἐπιμελείης, ἀντιλέξιος πρὸς τὰ ἀπαντώμενα, πρὸς τοὺς ὄχλους τοὺς ἐπιγινομένους εὐσταθείης τῆς ἐν ἑωυτῷ, πρὸς τοὺς θορύβους ἐπιπλήξιος, πρὸς τὰς ὑπουργίας ἑτοιμασίης. Ἐπὶ τουτέοισι μέμνησο παρασκευῆς τῆς πρώτης· εἰ δὲ μὴ, τὰ κατ’ ἄλλα ἀδιάπτωτον, ἐξ ὧν παραγγέλλεται εἰς ἑτοιμασίην.
12. また、入室にあたっては、座り方、身だしなみ、衣服の整え方、威厳、言葉数の少なさ、付き添い方、気配り、生じる事態に対する受け答え、取り囲む群衆に対する己の内の沈着さ、騒ぎに対する非難、介助に対する準備を忘れないようにしなければならない。これらに加えて、最初の準備を忘れてはならない。さもなければ、準備のために指示される事柄に基づいて、他の点において抜かりなくあるべきである。
13. Ἐσόδῳ χρέο πυκνῶς, ἐπισκέπτεο ἐπιμελέστερον, τοῖσιν ἀπατεωμένοισιν ἐπὶ τὰς μεταβολὰς ἀπαντῶν· ῥᾷον γὰρ εἴσῃ, ἅμα δὲ καὶ εὐμαρέστερος ἔσῃ· ἄστατα γὰρ τὰ ἐν ὑγροῖσι· διὸ καὶ εὐμεταποίητα ὑπὸ φύσιος καὶ ὑπὸ τύχης· ἀβλεπτηθέντα γὰρ τὰ κατὰ τὸν καιρὸν τῆς ὑπουργίης ἔφθασαν ὁρμήσαντα καὶ ἀνελόντα·4 οὐ γὰρ ἦν τὸ ἐπικουρῆσον. Πολλὰ γὰρ ἅμα τὰ προσιόντα τι χαλεπόν· τὸ γὰρ καθ’ ἓν κατ’ ἐπακολούθησιν εὐθετώτερον καὶ ἐμπειρότερον.
13. 頻繁に訪問し、より注意深く診察し、変化によって欺かれている者たちに対応せよ。そうすれば、より容易に知り、同時にあなた自身もより対処しやすくなるだろう。流動物の状態は不安定であり、それゆえ自然によっても偶然によっても容易に変化するからである。実際、介助の瞬間に見過ごされた事柄は、急速に進行して死に至らしめる。助ける手段がなかったからである。多くの事柄が一度に押し寄せるのは困難なことである。一つずつ順を追って対処する方が、より扱いやすく、経験の深さを示すからである。
14. Ἐπιτηρεῖν δὲ δεῖ καὶ τὰς ἁμαρτίας τῶν καμνόντων, δι’ ὧν πολλοὶ πολλάκις διεψεύσαντο ἐν τοῖσι προσάρμασι τῶν προσφερομένων· ἐπεὶ τὰ μισητὰ ποτήματα οὐ λαμβάνοντες, ἢ φαρμακευόμενοι ἢ θεραπευόμενοι, ἀνῃρέθησαν· καὶ αὐτῶν μὲν οὐχ ὡς ὁμολογίην τρέπεται τὸ ποιηθὲν, τῷ δὲ ἰητρῷ τὴν αἰτίην προσῆψαν.
14. また、患者側の過ちにも注意を払わねばならない。彼らはそれによって、与えられたものの服用に関して、しばしば多くの偽りをつく。すなわち、嫌な飲み薬を服用しなかったり、あるいは下剤や治療を受けている際中であるにもかかわらず、命を落としたりする。そして彼ら自身は、なされたことを(自らの過ちとして)認める方に顔を向けず、医師にその責任をなすりつけるのである。
15. Ἐσκέφθαι δὲ χρὴ καὶ τὰ περὶ ἀνακλίσεων, ἃ μὲν αὐτέων πρὸς τὴν ὥρην, ἃ δὲ καὶ πρὸς τὰ γένεα· οἱ μὲν γὰρ αὐτέων ἐς ὑψηλοὺς, οἱ δὲ ἐς μὴ ὑψηλοὺς, οἱ δὲ ἐς καταγείους καὶ σκοτεινοὺς τόπους· τά τε ἀπὸ ψόφων καὶ ὀσμῶν, μάλιστα δ’ ἀπὸ οἴνου, χειροτέρη γὰρ αὕτη, φυγεῖν δὲ καὶ μετατιθέναι.
15. また、寝床についても考慮せよ。あるものは季節に応じ、あるものは病気の種類に応じるべきである。すなわち、ある患者は高い場所に、ある患者は高くない場所に、ある患者は地下や暗い場所に配置する。また、騒音や臭い、とりわけワインの臭い(これは最悪のものである)から受ける影響を避け、配置を換えるべきである。
16. Πρήσσειν δ’ ἅπαντα ταῦτα ἡσύχως, εὐσταλέως, μεθ’ ὑπουργίης τὰ πολλὰ τὸν νοσέοντα ὑποκρυπτόμενον·5 ἃ δὲ χρὴ, παρακελεύοντα ἱλαρῶς καὶ εὐδιεινῶς, σφέτερα δὲ ἀποτρεπόμενον, ἅμα μὲν ἐπιπλήσσειν μετὰ πικρίης καὶ ἐντάσεων, ἅμα δὲ παραμυθέεσθαι μετ’ ἐπιστροφῆς καὶ ὑποδέξιος, μηδὲν ὑποδεικνύντα τῶν ἐσομένων ἢ ἐνεστώτων αὐτέοισι· πολλοὶ γὰρ δι’ αἰτίην ταύτην ἐφ’ ἑκάτερα ἀπεώσθησαν, διὰ τὴν πρόῤῥησιν τὴν προειρημένην τῶν ἐνεστώτων ἢ ἐπεσομένων.
16. これらすべてを静かに、端正に、多くの場合において患者に隠しながら介助をもって行え。必要なことは陽気に、また安心させるように指示し、患者自身の気を逸らせながら、ある時は厳しく緊張感をもって戒め、またある時は細やかな注意と親切さをもって慰め、彼らに起こるであろうことや、今まさに起こっていることを一切漏らしてはならない。なぜなら、多くの者が、現下の事態や将来起こることについての上述の予言によって、どちらの側にも追いやられてしまったからである。
17. Τῶν δὲ μανθανόντων ἔστω τὶς ὁ ἐφεστὼς, ὅκως τοῖσι παραγγέλμασιν οὐκ ἀκαίρως χρήσεται, ποιήσει δὲ ὑπουργίην τὸ προσταχθέν· ἐκλέγεσθαι δὲ αὐτέων ἤδη τοὺς ἐς τὰ τῆς τέχνης εἰλημμένους, προσδοῦναί τι τῶν ἐς τὸ χρέος, ἢ ἀσφαλέως προσενεγκεῖν· ὅκως τε ἐν διαστήμασι μηδὲν λανθάνῃ σε· ἐπιτροπὴν δὲ τοῖσιν ἰδιώτῃσι μηδέποτε διδοὺς περὶ μηδενός· εἰ δὲ μὴ, τὸ κακῶς πρηχθὲν εἰς σὲ χωρῆσαι τὸν ψόγον ἐᾷ· μήποτ’ ἀμφιβόλως ἔχῃ,6 ἐξ ὧν τὸ μεθοδευθὲν χωρήσει, καὶ οὐ σοὶ τὸν. ψόγον περιάψει, καὶ τευχθὲν δὲ πρὸς τὸ κλέος ἔσται· πρόλεγε οὖν ταῦτα πάντα ἐπὶ τῶν ποιευμένων, οἷς καὶ τὸ ἐπεγνῶσθαι πρόκειται.
17. 弟子たちのうちの一人を受け持ちの者とし、指示された事柄を不適切な時期に行うことがなく、命じられた介助を果たすようにさせよ。彼らのうち、すでに技術の手ほどきを受けている者を選び、必要に応じて何かを補わせるか、あるいは安全に投与させよ。そして、その合間に何事もあなたに見落とされることのないようにせよ。素人には決して何事の管理も委ねてはならない。さもなければ、悪く行われたことの非難があなたに及ぶのを許すことになる。治療されたことがどのように展開するかについて彼が決して疑いを持たないようにすれば、あなたに非難を着せることはなく、また成功したときには名声となるであろう。それゆえ、行動を起こしている者たち、すなわち世に知られることがあらかじめ定められている者たちに対して、これらすべてのことをあらかじめ説いておけ。
18. Τοιουτέων οὖν ἐόντων τῶν πρὸς εὐδοξίην καὶ εὐσχημοσύνην τῶν ἐν τῇ σοφίῃ καὶ ἰητρικῇ καὶ ἐν τῇσιν ἄλλῃσι τέχνῃσι, χρὴ τὸν ἰητρὸν διειληφότα τὰ μέρεα περὶ ὧν εἰρήκαμεν, περιεννύμενον πάντοτε τὴν ἑτέρην διατηρέοντα φυλάσσειν, καὶ παραδιδόντα ποιέεσθαι· εὐκλεᾶ γὰρ ἐόντα πᾶσιν ἀνθρώποισι διαφυλάσσεται· οἵ τε δι’ αὐτέων ὁδεύσαντες δοξασταὶ πρὸς γονέων καὶ τέκνων· κἤν τινες αὐτέων μὴ πολλὰ γινώσκωσιν, ὑπ’ αὐτέων τῶν πρηγμάτων ἐς σύνεσιν καθίστανται.
18. それゆえ、知恵、医学、およびその他の技術において、名声と端正さをもたらすものがこのようなものである以上、医師は私たちが述べた諸部分を理解し、常に他方を身にまとって、維持し、見守り、また伝授しながら実践しなければならない。それらは栄誉あるものとして、すべての人々の間で守り伝えられるからである。また、それらの中を歩んできた人々は、親からも子からも尊ばれる。そして彼らのうちの何人かが多くのことを知らなくとも、事態そのものによって理解へと導かれるのである。
- 11τουτέων σοι ἀπηρτισμένων
独立属格構文。τουτέων(これら)は直前の章(§10)で準備を指示された薬や道具を指し、σοι は利益の与格。
- 11ἴσθι γινώσκων
οἶδα(知る)の二人称単数命令 ἴσθιに、γινώσκω(知る)の現在分詞が補足分詞として結合した強調表現。「確かに知っておくようにせよ」の意。
- 12μεμνῆσθαι
命令法的に用いられている不定法(絶対不定法)。主語は一般称。
- 13ἀβλεπτηθέντα γὰρ τὰ κατὰ τὸν καιρὸν τῆς ὑπουργίης ἔφθασαν ὁρμήσαντα καὶ ἀνελόντα
φθάνω(先んじる)に補足分詞 ὁρμήσαντα(突進する)と ἀνελόντα(殺す)が結合し、「先んじて突進し、殺す」すなわち「手遅れになって(患者を)死に至らしめる」の意を表す。主語は中性複数受動分詞の ἀβλεπτηθέντα(見過ごされた事柄)。
- 16τὸν νοσέοντα ὑποκρυπτόμενον
接続的用法の中動態分詞 ὑποκρυπτόμενον(隠しながら)が、対格の目的語 τὸν νοσέοντα(患者を)と、副詞的対格である τὰ πολλά(大部分を)を伴っている。
- 17μήποτ’ ἀμφιβόλως ἔχῃ
接続詞 μήποτε(〜しないように)に導かれる接続法。動詞 ἔχῃ(〜の状態にある)の主語は、前文の ἰδιώτης(素人、家族など)か、あるいは行為者たる弟子を指す。ここでは前文の「素人に任せるな、さもなければ非難を浴びる」という警告から、素人が治療に疑念を抱かないようにするための配慮を指す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(1 件・最終 2026-09-21)
- 2026-09-21 AI校閲 — 注 1 件
