§1## ΠΕΡΙ ΙΗΤΡΟΥ
1. Ἰητροῦ μέν ἐστι προστασίη, ὁρῇν εὔχρως τε καὶ εὔσαρκος πρὸς τὴν ὑπάρχουσαν αὐτῷ φύσιν·
1. 医師の身だしなみとしては、自身の生まれもった体質に応じて、血色が良く肉付きが良いように見えることが求められる。
ἀξιοῦνται γὰρ ὑπὸ τῶν πολλῶν οἱ μὴ εὖ διακείμενοι τὸ σῶμα οὕτως, οὐδ’ ἂν ἑτέρων ἐπιμεληθῆναι καλῶς·
というのも、肉体の状態がそのようでない者は、他人の面倒を十分にみることもできないだろうと大衆からみなされるからである。
ἔπειτα τὰ περὶ αὐτὸν καθαρίως ἔχειν, ἐσθῆτι χρηστῇ καὶ χρίσμασιν εὐόδμοις, ὀδμὴν ἔχουσιν ἀνυπόπτως·
次に、自分自身の身なりを清潔に保ち、優れた衣服を着て、疑念を抱かせない香りの良い塗油を用いること。
πρὸς ἅπαντα ταῦτα γὰρ ἡδέως ἔχειν ξυμβαίνει τοὺς νοσέοντας.
これらすべてのことに対して、病人は好感を抱くものである。
Δεῖ δὲ σκοπέειν τάδε περὶ τὴν ψυχὴν τὸν σώφρονα, μὴ μόνον τὸ σιγᾷν, ἀλλὰ καὶ περὶ τὸν βίον [τὸ] πάνυ εὔτακτον, μέγιστα γὰρ ἔχει πρὸς δόξαν ἀγαθὰ, τὸ δὲ ἦθος εἶναι καλὸν καὶ ἀγαθὸν, τοιοῦτον δ’ ὄντα πᾶσι καὶ σεμνὸν καὶ φιλάνθρωπον·
また、思慮深い医師は、魂に関しても次のような点に気をつけるべきである。 沈黙を守ることだけでなく、生活全般において極めて秩序正しいこと。 これらは評判にとって最大の利益をもたらすからである。 また、人柄は気高く善くあるべきであり、そのような者としてすべての人に対して威厳があり、かつ親切であること。
τὸ γὰρ προπετὲς καὶ τὸ πρόχειρον καταφρονεῖται, κἂν πάνυ χρήσιμον ᾖ·
軽率さや馴れ濡れしさは、たとえそれが大いに役立つものであっても、軽蔑されるからである。
σκεπτέον δὲ ἐπὶ τῆς ἐξουσίης·
また、患者の家に立ち入る自由については注意を払わねばならない。
τὰ γὰρ αὐτὰ παρὰ τοῖς αὐτέοις σπανίως ἔχοντα ἀγαπᾶται.
なぜなら、同じ人々の間では、同じものであっても滅多に得られないものこそが重んじられるからである。
Σχήμασι δὲ, ἀπὸ μὲν προσώπου σύννουν μὴ πικρῶς·
態度については、顔つきは思慮深げであるが、気難しくあってはならない。
αὐθάδης γὰρ δοκέει εἶναι καὶ μισάνθρωπος, ὁ δὲ εἰς γέλωτα ἀνιέμενος καὶ λίην ἱλαρὸς φορτικὸς ὑπολαμβάνεται· φυλακτέον δὲ τὸ τοιοῦτον οὐχ ἥκιστα.
気難しい者は頑固で人間嫌いであると思われるし、また、笑いに崩れて陽気にすぎる者は下品であると受け取られるからであり、このような態度は特に避けなければならない。
Δίκαιον δὲ πρὸς πᾶσαν ὁμιλίην εἶναι·
また、あらゆる交際において公正であるべきである。
χρὴ γὰρ πολλὰ ἐπικουρέειν δικαιοσύνην·
正義は大いに助けとなるべきだからである。
πρὸς δὲ ἰητρὸν οὐ μικρὰ συναλλάγματα τοῖσι νοσοῦσίν ἐστιν·
医師と患者との間には、決して小さくない関わりがある。
καὶ γὰρ αὐτοὺς ὑποχειρίους ποιέουσι τοῖς ἰητροῖς, καὶ πᾶσαν ὥρην ἐντυγχάνουσι γυναιξὶν, παρθένοις, καὶ τοῖς ἀξίοις πλείστου κτήμασιν·
患者は自分自身を医師の支配下に委ねるし、また医師はあらゆる時間に、妻たちや処女たち、そしてきわめて価値のある財産に接するからである。
ἐγκρατέως οὖν δεῖ πρὸς ἅπαντα ἔχειν ταῦτα.
それゆえ、これらすべてに対して自制心を持たなければならない。
Τὴν μὲν οὖν ψυχὴν καὶ τὸ σῶμα οὕτω διακεῖσθαι. §22.
したがって、魂と肉体はそのように整えられているべきである。
Τὰ δὲ ἐς τὴν ἰητρικὴν τέχνην παραγγέλματα, δι’ ὧν ἔστιν εἶναι τεχνικὸν, ἀπ’ ἀρχῆς συνοπτέον, ἀφ’ ὧν καὶ μανθάνειν ὤνθρωπος ἄρξαιτο·
2. 医術に関する指示であり、それらによって専門家となることができるものを、人が学び始めるべき起点から総括的に見なければならない。
τὰ τοίνυν ἐν ἰητρείῳ θεραπευόμενα σχεδὸν μανθανόντων ἐστίν.
それゆえ、診療所で行われる治療に関する事柄は、ほぼ初心者が学ぶべきことである。
Δεῖ δὲ πρῶτον μὲν τόπον ἔχειν οἰκεῖον, ἔσται δὲ τοῦτο ἐὰν μήτε πνεῦμα ἐς αὐτὸν παραγινόμενον ἐνοχλῇ μήθ’ ἥλιος ἢ αὐγὴ λυπέῃ.
まず、適切な場所を確保しなければならない。 もしそこに吹き込む風が邪魔をせず、太陽や光が悩ませなければ、適切な場所となるだろう。
Φῶς δὲ τηλαυγὲς τοῖς μὲν θεραπεύουσιν ἄλυπον, οὐχ ὁμοίως δὲ τοῖς θεραπευομένοις ὑπάρχει·
遠くまで届く明るい光は、治療する側にとっては支障がないが、治療を受ける側にとっては同様ではない。
πάντως μὲν οὖν τοιαύτην τὴν αὐτὴν μάλιστα φευκτέον, δι’ ἣν ξυμβαίνει τοὺς ὀφθαλμοὺς νοσέειν·
したがって、いずれにしても、それによって目が病むことになるような光は特に避けなければならない。
τὸ μὲν οὖν φῶς τοιοῦτον εἶναι παρήγγελται·
さて、光についてはこのようにあるべきだと指示されている。
τοῦτο δὲ, ὅπως μηδαμῶς ἐναντίως ἔξει τῷ προσώπῳ τὰς αὐγάς·
また、光線が顔の正面から決して当たらないようにすること。
προσενοχλεῖ γὰρ τὴν ὄψιν ἀσθενέως ἔχουσαν·
それは弱っている視力をさらに悩ませるからである。
πᾶσα δ’ ἱκανὴ πρόφασις ἀσθενέοντας ὀφθαλμοὺς ἐπιταράξαι·
弱っている目を悪化させるには、どんなささいな原因でも十分だからである。
τῷ μὲν οὖν φωτὶ τοῦτον τὸν τρόπον χρηστέον ἐστίν.
それゆえ、光はこのように用いられるべきである。
Τοὺς δὲ δίφρους ὁμαλοὺς εἶναι τοῖς ὕψεσιν ὅτι μάλιστα, ὅπως κατ’ αὐτοὺς ὦσιν.
また、椅子は、高さをできるだけ等しくし、互いに同じ高さになるようにすべきである。
Χαλκώματι δὲ πλὴν τῶν ὀργάνων μηδενὶ χρήσθω·
器具を除いては、いかなる青銅製品も使用してはならない。
καλλωπισμὸς γάρ τις εἶναί μοι δοκεῖ φορτικὸς σκεύεσι τοιουτέοισι χρῆσθαι.
そのような器物を用いることは、下品な飾り立てのように思われるからである。
Τὸ δ’ ὕδωρ παρέχειν δεῖ πότιμον τοῖς θεραπευομένοις καὶ καθαρόν.
また、治療を受ける人々のために、飲用に適した清潔な水を用意しなければならない。
Τοῖς δὲ ἀπομάγμασιν καθαροῖς καὶ μαλθακοῖς χρῆσθαι, πρὸς μὲν τοὺς ὀφθαλμοὺς ὀθονίοις, πρὸς δὲ τὰ τραύματα σπόγγοις·
拭き取るものについては、清潔で柔らかいものを使用し、目に対してはリンネルを、傷に対しては海綿を用いるべきである。
αὐτόματα γὰρ ταῦτα βοηθεῖν δοκεῖ καλῶς.
これらはそれ自体で、治療をうまく助けると思われるからである。
Τὰ δ’ ὄργανα πάντα εὐήρη πρὸς τὴν χρείαν ὑπάρχειν δεῖ τῷ μεγέθει καὶ βάρει καὶ λεπτότητι. §33.
また、器具はすべて、その大きさ、重さ、薄さにおいて、使用するのに扱いやすいものでなければならない。
Τὰ δὲ προσφερόμενα ἅπαντα μὲν χρὴ συνορῇν ὅπως συνοίσει·
3. 適用されるすべてのものが、どのように役立つかを常に見極めなければならない。
μάλιστα δὲ πλεῖστον, εἰ ὁμιλεῖν μέλλει τῷ νοσοῦντι μέρει·
特に、病んでいる部位に直接触れる時間が最も長いものについては、なおさらである。
ταῦτα δέ ἐστιν ἐπιδέσματα καὶ φάρμακα καὶ τὰ περὶ τὸ ἕλκος ὀθόνια καὶ τὰ καταπλάσματα·
これらは包帯、薬剤、傷口にあてるリンネル、そして湿布である。
πλεῖστον γὰρ χρόνον ταῦτα περὶ τοὺς νοσέοντάς ἐστι τόπους.
これらは病んでいる部位に最も長い時間留まるからである。
Ἡ δὲ μετὰ ταῦτα ἀφαίρεσις τούτων, ἀνάψυξίς τε καὶ περικάθαρσις, καὶ τῶν ὑδάτων κατάντλησις, ὀλίγου τινός ἐστι χρόνου·
一方、その後のこれら(包帯など)の取り外し、冷却、清拭、および水の注ぎかけは、ごく短い時間のことである。
καὶ ὅπου χρὴ μᾶλλόν τε καὶ ἧσσον ἐσκέφθαι δεῖ·
そして、どこで(あるいはいつ)より多く、あるいはより少なくそれを行うべきかを考慮しておかねばならない。
τούτων γὰρ ἀμφοτέρων ἡ χρῆσις εὔκαιρός τε καὶ μὴ γενομένων μεγάλην ἔχει διαφορήν.
これら両方の使用が時宜に適っているか、あるいは行われないかによって、大きな違いが生じるからである。