- 底本
- Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 9. Littré, Émile, editor. Paris: Baillière, 1861
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0627.tlg049.humanitext-grc1:1-3
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
医師の身体的・精神的なあり方、患者への接し方の道徳的基準、および診療所の環境(光、椅子、水、器具など)や治療処置(包帯や湿布)の基本について論じる。
ΠΕΡΙ ΙΗΤΡΟΥ 1. Ἰητροῦ μέν ἐστι προστασίη,1 ὁρῇν εὔχρως τε καὶ εὔσαρκος2 πρὸς τὴν ὑπάρχουσαν αὐτῷ φύσιν· ἀξιοῦνται γὰρ ὑπὸ τῶν πολλῶν οἱ μὴ εὖ διακείμενοι τὸ σῶμα οὕτως, οὐδ’ ἂν ἑτέρων ἐπιμεληθῆναι καλῶς·3 ἔπειτα τὰ περὶ αὐτὸν καθαρίως ἔχειν, ἐσθῆτι χρηστῇ καὶ χρίσμασιν εὐόδμοις, ὀδμὴν ἔχουσιν ἀνυπόπτως· πρὸς ἅπαντα ταῦτα γὰρ ἡδέως ἔχειν ξυμβαίνει τοὺς νοσέοντας. Δεῖ δὲ σκοπέειν τάδε περὶ τὴν ψυχὴν τὸν σώφρονα, μὴ μόνον τὸ σιγᾷν, ἀλλὰ καὶ περὶ τὸν βίον [τὸ] πάνυ εὔτακτον, μέγιστα γὰρ ἔχει πρὸς δόξαν ἀγαθὰ, τὸ δὲ ἦθος εἶναι καλὸν καὶ ἀγαθὸν, τοιοῦτον δ’ ὄντα πᾶσι καὶ σεμνὸν καὶ φιλάνθρωπον· τὸ γὰρ προπετὲς καὶ τὸ πρόχειρον καταφρονεῖται, κἂν πάνυ χρήσιμον ᾖ· σκεπτέον δὲ ἐπὶ τῆς ἐξουσίης·4 τὰ γὰρ αὐτὰ παρὰ τοῖς αὐτέοις σπανίως ἔχοντα ἀγαπᾶται. Σχήμασι δὲ, ἀπὸ μὲν προσώπου σύννουν μὴ πικρῶς· αὐθάδης γὰρ δοκέει εἶναι καὶ μισάνθρωπος, ὁ δὲ εἰς γέλωτα ἀνιέμενος καὶ λίην ἱλαρὸς φορτικὸς ὑπολαμβάνεται· φυλακτέον δὲ τὸ τοιοῦτον οὐχ ἥκιστα. Δίκαιον δὲ πρὸς πᾶσαν ὁμιλίην εἶναι· χρὴ γὰρ πολλὰ ἐπικουρέειν δικαιοσύνην· πρὸς δὲ ἰητρὸν οὐ μικρὰ συναλλάγματα τοῖσι νοσοῦσίν ἐστιν· καὶ γὰρ αὐτοὺς ὑποχειρίους ποιέουσι τοῖς ἰητροῖς, καὶ πᾶσαν ὥρην ἐντυγχάνουσι γυναιξὶν, παρθένοις, καὶ τοῖς ἀξίοις πλείστου κτήμασιν· ἐγκρατέως οὖν δεῖ πρὸς ἅπαντα ἔχειν ταῦτα. Τὴν μὲν οὖν ψυχὴν καὶ τὸ σῶμα οὕτω διακεῖσθαι.
1. 医師の身だしなみとしては、自身の生まれもった体質に応じて、血色が良く肉付きが良いように見えることが求められる。というのも、肉体の状態がそのようでない者は、他人の面倒を十分にみることもできないだろうと大衆からみなされるからである。次に、自分自身の身なりを清潔に保ち、優れた衣服を着て、疑念を抱かせない香りの良い塗油を用いること。これらすべてのことに対して、病人は好感を抱くものである。また、思慮深い医師は、魂に関しても次のような点に気をつけるべきである。沈黙を守ることだけでなく、生活全般において極めて秩序正しいこと。これらは評判にとって最大の利益をもたらすからである。また、人柄は気高く善くあるべきであり、そのような者としてすべての人に対して威厳があり、かつ親切であること。軽率さや馴れ馴れしさは、たとえそれが大いに役立つものであっても、軽蔑されるからである。また、患者の家に立ち入る自由については注意を払わねばならない。なぜなら、同じ人々の間では、同じものであっても滅多に得られないものこそが重んじられるからである。態度については、顔つきは思慮深げであるが、気難しくあってはならない。気難しい者は頑固で人間嫌いであると思われるし、また、笑いに崩れて陽気にすぎる者は下品であると受け取られるからであり、このような態度は特に避けなければならない。また、あらゆる交際において公正であるべきである。正義は大いに助けとなるべきだからである。医師と患者との間には、決して小さくない関わりがある。患者は自分自身を医師の支配下に委ねるし、また医師はあらゆる時間に、妻たちや処女たち、そしてきわめて価値のある財産に接するからである。それゆえ、これらすべてに対して自制心を持たなければならない。したがって、魂と肉体はそのように整えられているべきである。
2. Τὰ δὲ ἐς τὴν ἰητρικὴν τέχνην παραγγέλματα, δι’ ὧν ἔστιν εἶναι τεχνικὸν, ἀπ’ ἀρχῆς συνοπτέον, ἀφ’ ὧν καὶ μανθάνειν ὤνθρωπος ἄρξαιτο· τὰ τοίνυν ἐν ἰητρείῳ θεραπευόμενα σχεδὸν μανθανόντων ἐστίν. Δεῖ δὲ πρῶτον μὲν τόπον ἔχειν οἰκεῖον, ἔσται δὲ τοῦτο ἐὰν μήτε πνεῦμα ἐς αὐτὸν παραγινόμενον ἐνοχλῇ μήθ’ ἥλιος ἢ αὐγὴ λυπέῃ. Φῶς δὲ τηλαυγὲς τοῖς μὲν θεραπεύουσιν ἄλυπον, οὐχ ὁμοίως δὲ τοῖς θεραπευομένοις ὑπάρχει· πάντως μὲν οὖν τοιαύτην τὴν αὐτὴν μάλιστα φευκτέον, δι’ ἣν ξυμβαίνει τοὺς ὀφθαλμοὺς νοσέειν· τὸ μὲν οὖν φῶς τοιοῦτον εἶναι παρήγγελται· τοῦτο δὲ, ὅπως μηδαμῶς ἐναντίως ἔξει τῷ προσώπῳ τὰς αὐγάς· προσενοχλεῖ γὰρ τὴν ὄψιν ἀσθενέως ἔχουσαν· πᾶσα δ’ ἱκανὴ πρόφασις ἀσθενέοντας ὀφθαλμοὺς ἐπιταράξαι· τῷ μὲν οὖν φωτὶ τοῦτον τὸν τρόπον χρηστέον ἐστίν. Τοὺς δὲ δίφρους ὁμαλοὺς εἶναι τοῖς ὕψεσιν ὅτι μάλιστα, ὅπως κατ’ αὐτοὺς ὦσιν.5 Χαλκώματι δὲ πλὴν τῶν ὀργάνων μηδενὶ χρήσθω· καλλωπισμὸς γάρ τις εἶναί μοι δοκεῖ φορτικὸς σκεύεσι τοιουτέοισι χρῆσθαι. Τὸ δ’ ὕδωρ παρέχειν δεῖ πότιμον τοῖς θεραπευομένοις καὶ καθαρόν. Τοῖς δὲ ἀπομάγμασιν καθαροῖς καὶ μαλθακοῖς χρῆσθαι, πρὸς μὲν τοὺς ὀφθαλμοὺς ὀθονίοις, πρὸς δὲ τὰ τραύματα σπόγγοις· αὐτόματα γὰρ ταῦτα βοηθεῖν δοκεῖ καλῶς. Τὰ δ’ ὄργανα πάντα εὐήρη πρὸς τὴν χρείαν ὑπάρχειν δεῖ τῷ μεγέθει καὶ βάρει καὶ λεπτότητι.
2. 医術に関する指示であり、それらによって専門家となることができるものを、人が学び始めるべき起点から総括的に見なければならない。それゆえ、診療所で行われる治療に関する事柄は、ほぼ初心者が学ぶべきことである。まず、適切な場所を確保しなければならない。もしそこに吹き込む風が邪魔をせず、太陽や光が悩ませなければ、適切な場所となるだろう。遠くまで届く明るい光は、治療する側にとっては支障がないが、治療を受ける側にとっては同様ではない。したがって、いずれにしても、それによって目が病むことになるような光は特に避けなければならない。さて、光についてはこのようにあるべきだと指示されている。また、光線が顔の正面から決して当たらないようにすること。それは弱っている視力をさらに悩ませるからである。弱っている目を悪化させるには、どんなささいな原因でも十分だからである。それゆえ、光はこのように用いられるべきである。また、椅子は、高さをできるだけ等しくし、互いに同じ高さになるようにすべきである。器具を除いては、いかなる青銅製品も使用してはならない。そのような器物を用いることは、下品な飾り立てのように思われるからである。また、治療を受ける人々のために、飲用に適した清潔な水を用意しなければならない。拭き取るものについては、清潔で柔らかいものを使用し、目に対してはリンネルを、傷に対しては海綿を用いるべきである。これらはそれ自体で、治療をうまく助けると思われるからである。また、器具はすべて、その大きさ、重さ、薄さにおいて、使用するのに扱いやすいものでなければならない。
3. Τὰ δὲ προσφερόμενα ἅπαντα μὲν χρὴ συνορῇν ὅπως συνοίσει· μάλιστα δὲ πλεῖστον, εἰ ὁμιλεῖν μέλλει τῷ νοσοῦντι μέρει· ταῦτα δέ ἐστιν ἐπιδέσματα καὶ φάρμακα καὶ τὰ περὶ τὸ ἕλκος ὀθόνια καὶ τὰ καταπλάσματα· πλεῖστον γὰρ χρόνον ταῦτα περὶ τοὺς νοσέοντάς ἐστι τόπους. Ἡ δὲ μετὰ ταῦτα ἀφαίρεσις τούτων, ἀνάψυξίς τε καὶ περικάθαρσις, καὶ τῶν ὑδάτων κατάντλησις, ὀλίγου τινός ἐστι χρόνου· καὶ ὅπου χρὴ μᾶλλόν τε καὶ ἧσσον ἐσκέφθαι δεῖ· τούτων γὰρ ἀμφοτέρων ἡ χρῆσις εὔκαιρός τε καὶ μὴ γενομένων μεγάλην ἔχει διαφορήν.
3. 適用されるすべてのものが、どのように役立つかを常に見極めなければならない。特に、病んでいる部位に直接触れる時間が最も長いものについては、なおさらである。これらは包帯、薬剤、傷口にあてるリンネル、そして湿布である。これらは病んでいる部位に最も長い時間留まるからである。一方、その後のこれら(包帯など)の取り外し、冷却、清拭、および水の注ぎかけは、ごく短い時間のことである。そして、どこで(あるいはいつ)より多く、あるいはより少なくそれを行うべきかを考慮しておかねばならない。これら両方の使用が時宜に適っているか、あるいは適っていないかによって、大きな違いが生じるからである。
- 1Ἰητροῦ μέν ἐστι προστασίη
属格 Ἰητροῦ は性質を表す記述的属格、あるいは「医師の務めである」という述語的属格。προστασίη(イオン方言、アッティカ方言では προστασία)は「身だしなみ」「外面的な提示」を指し、医師が患者に与える第一印象や社会的威厳を意味する。
- 1ὁρῇν εὔχρως τε καὶ εὔσαρκος
ὁρῇν(ὁρᾶν)は自動詞的に「〜のように見える」を意味する不定詞。形容詞 εὔχρως と εὔσαρκος は主格単数(男性)のままで、不定詞の暗黙の主語(医師自身)と一致している。
- 1οὐδ’ ἂν ἑτέρων ἐπιμεληθῆναι καλῶς
不定詞 ἐπιμεληθῆναι(+属格 ἑτέρων)に潜在の ἄν が付いた形。主節の動詞 ἀξιοῦνται(〜とみなされる)に依属し、間接話法として「他人の治療を十分に行うこともできないだろう」という判断の内容を表す。
- 1σκεπτέον δὲ ἐπὶ τῆς ἐξουσίης
ἐξουσίης(ἐξουσία)は患者の家や私的領域に立ち入る医師の「特権」「自由」を指す。前置詞 ἐπί は「〜に関して」であり、自らの立場に伴う特権的な自由の行使において、慎重かつ自制的であるべきことを促している。
- 2τοὺς δὲ δίφρους ὁμαλοὺς εἶναι τοῖς ὕψεσιν ὅτι μάλιστα, ὅπως κατ’ αὐτοὺς ὦσιν
ὅπως κατ’ αὐτοὺς ὦσιν の αὐτούς(対格)は「患者たち」または「お互い」を指す。医師の椅子と患者の椅子の高さを揃え、目線が同じ高さ(κατ’ αὐτούς)になるように調整することを求めている。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-14)
- 2026-11-14 AI校閲 — 訳文 2 件
