Humanitext Reader

ヒポクラテス · 骨の自然性について §14-16

肺と生殖器へ向かう血管と射精の機序

6 / 7 箇所 · ギリシア語

要旨

肺、生殖器、下半身へと分布する主要な血管系の走行経路を記述し、勃起、射精、および快感が引き起こされる解剖学的・生理学的な吸引メカニズムを解説する。

§1414. Ἐντεῦθέν τε ἡ ψλὲψ αὕτη κατέχει τὸν πλεύμονα, καὶ διὰ τῶν λοβῶν τῶν δύο τῶν μεγάλων τῶν ἔσω τετραμμένων ὑπὸ τὰς φρένας ἐπιτέταται τῇ ἀκάνθῃ λευκὴ καὶ νευρώδης, διαπέμπουσα φλέβια διὰ τοῦ ἄλλου σώματος πεπυκνωμένου, ἔντονα δὲ, διά τε τῶν σφονδύλων πυκνοῖσι φλεβίοισιν ἐς τὸν νωτιαῖον μυελὸν ἐγκισσεύεται.
14. そしてそこから、この血管は肺に広がり、内側に向いた二つの大きな葉を通り、横隔膜の下で脊椎の上に白く腱のように張り渡され、密集した他の身体を通りながら強い細血管を送り出し、また椎骨を通って、多くの密集した細血管によって脊髄へと蔦のように絡みついている。
Καὶ αἱ μὲν ἄλλαι φλέβες ἐν τῷ σώματι τεταμέναι, ἐκ πάντων τῶν μερῶν συντείνουσαι ἐς τὴν ἄκανθαν, τὸ λεπτότατον καὶ εἰλικρινέστατον ἑκάστη ξυνάγουσα, ἐνταῦθ’ ἐξερεύγεται.
そして、身体の中に張り巡らされた他の血管は、あらゆる部位から脊椎に向かって伸び、それぞれが最も細く最も純粋な成分を集め、その場所へと放出される。
Αὕτη δὲ ἡ ἐπιτεταμένη διὰ τῶν καθειμένων πλεκτανέων ἐς ταὐτὸ ξυνάγει·
しかし、張り渡されたこの血管は、下垂する編み合わされた血管を通じてそれらを同じ場所へと集める。
ἐντεῦθεν δὲ καὶ ἐς τοὺς νεφροὺς ἀπεῤῥίζωται παρὰ τὴν νόθον πλευρὴν λεπτῇσι καὶ ἰνώδεσι φλεψὶ, καὶ τὸ ἐντεῦθεν συντείνουσα ξυμπεπύκνωται, ἔπειτα καὶ νενεύρωται πρὸς τὸν ἀρχὸν, πιέσασά τε τοὺς ξυναγωγέας ἐμπέφυκεν αὐτῷ·
そこからまた、仮肋の傍らを通って、細く繊維質の血管によって腎臓へと根を下ろしており、そこから先は伸びて緊密に収縮し、さらに直腸に向かって腱のようになっており、括約筋を圧迫してそれと一体化している。
τήν τε κύστιν καὶ τοὺς ὄρχιὰς καὶ τοὺς παραστάτας ἐῤῥίζωκε πολυπλόκοισι λεπτῇσι τε καὶ στερεῇσι καὶ ἰνώδεσι φλεψίν.
そして、膀胱、精巣、および副精巣に、複雑で細く、硬く繊維質の血管によって根づいている。
§1515. Ἐντεῦθεν αὐτῆς τὸ παχύτατον καὶ ἰθύτατον ἀνάπαλιν τραπὲν, προσκεκαύληκεν ὅπερ ἐστὶν αἰδοῖον·
15. そこから、その最も太く最もまっすぐな部分が、逆方向に曲がって、陰茎である器官へと茎のように伸びている。
ἐν δὲ τῇ ἀνακάμψει ἐνῆρται ἐς τὰ αὐτὰ ταῦτα, καὶ διὰ τοῦ κτενὸς ἄνω ὑπὸ τὸ δέρμα τῆς γαστρὸς ἐκ τῆς φλεβὸς αὐτέης ὡρμήκασι πρὸς τὰς κάτω φερούσας, αἳ ἐς ἀλλήλας ἐποχετεύονται·
その屈曲部においてこれら同じ器官に付着しており、また恥骨を通って上方へと、腹部の皮膚の下を、その血管自体から、互いに注ぎ合っている下行する血管に向かって進んでいる。
διαπεφύκασι δὲ καὶ διὰ τοῦ αἰδοίου φλέβες παχεῖαι καὶ λεπταὶ καὶ πυκναὶ καὶ καμπύλαι.
また、陰茎を通って、太い、細い、密集した、屈曲した血管が貫いて生えている。
Τῇσι δὲ θηλείῃσιν αὐτὴ ξυντείνει ἐς τὰς μήτρας, ἐς τὴν κύστιν καὶ ἐς τὴν οὐρήθρην·
女性においては、この血管は子宮、膀胱、尿道へと伸びている。
ἐντεῦθεν δὲ ἰθυπόρηκε, καὶ τῇσι γυναιξὶ μὲν περὶ τὰς μήτρας ἤρτηται, τοῖσι δὲ ἄῤῥεσι περὶ τοὺς ὄρχιας ἐσπείρωται.
そこからそれはまっすぐ進み、女性では子宮の周囲に懸垂しており、男性では精巣の周囲に螺旋状に巻いている。
Διὰ ταύτην τὴν φύσιν αὐτὴ ἡ φλὲψ καὶ τὰ γόνιμα πλεῖστα ξυλλαμβάνει·
このような性質のために、この血管自身が最も多くの生殖物質を受け入れる。
ἀπὸ γὰρ τῶν πλείστων καὶ εἰλικρινεστάτων μερῶν τρεφομένη, ὀλίγαιμός τε οὖσα καὶ κοίλη καὶ νευρόπαχυς καὶ πνευματώδης, ἐντεινομένη τε ὑπὸ τοῦ αἰδοίου, τὰ καθειμένα ἐς τὴν ἄκανθαν φλέβια βιάζεται, τὰ δὲ βιαζόμενα ὥσπερ σικύη ἐς ἑωυτὰ πάντα ἐκδιδοῖ ἐς τὴν ἄνω φλέβα·
というのも、それは最も多くかつ最も純粋な部位から栄養を供給され、血は少なく、空洞で、腱のように厚く、空みに満ちており、陰茎が引き張られると、脊椎へと下行する細い血管を圧迫し、圧迫された血管は吸角のように、それら自身の中のすべてを上の血管へと放出するからである。
συλλείβεται δὲ καὶ ἐκ τῶν ἄλλων μελῶν τοῦ σώματος ἐς ταύτην· τὸ δὲ πλεῖστον, ὥσπερ εἴρηται, ἀπὸ τοῦ μυελοῦ συναλίζεται.
そして、身体の他の部位からもこの血管へと流れ集まるが、その大部分は、言われたように、脊髄から集められる。
Ἡ δὲ ἡδονὴ τουτέῳ παραγίνεται τῆς φλεβὸς ταύτης πληρευμένης τῆς γονῆς·
快感は、この血管が精液で満たされることによって、人に生じる。
εἰωθυίης οὖν τὸν ἄλλον χρόνον ὑφαίμου τε εἶναι καὶ πνευματώδεος πληρευμένης τε καὶ θερμαινομένης, καὶ ξυῤῥέοντος κάτω τοῦ σπέρματος, περισφίγγει τὰ ἐν ἑωυτῇ.
したがって、普段は血が少なく空気に満ちているこの血管が、満たされて温まり、精液が下方へと流れ集まると、自身の中にあるものを締めつける。
Τὸ δὲ πνεῦμα τὸ ἐνεὸν καὶ ἡ παροῦσα βίη καὶ ἡ θερμότης καὶ τῶν φλεβίων πανταχόθεν ἡ ξυντονίη γαργαλισμὸν ἐμποιέει.
内部にある空気、存在する力、熱、およびあらゆる方向からの細い血管の緊縮が、むず痒さを引き起こすのである。
§1616. Ἐκείνη δὲ ἀφ’ ἑωυτῆς διέβλαστε, διά τε τοῦ μεταφρένου καὶ τῆς σφαγῆς παρὰ τὴν ἄκανθαν νεμομένη, πολλοῖσι φλεβίοισι τὰς πλευρὰς διαπέπλοχε·
16. 他方の血管はそれ自体から生じ、背中と頸部を通って脊椎に沿って分布し、多くの細い血管によって肋骨の間を網の目のように覆っている。
καὶ τοὺς σφονδύλους διὰ τῶν σαρκῶν ἐπηλλαγμένως ξυμπεπύκνωκεν, ὥστε τρόφιμός τε καὶ ἔναιμος εἶναι.
そして、肉を通じて椎骨を互いに入り組むように緊密に結合させており、その結果、滋養に富み血に満ちている。
Αὐτὴ δὲ παρὰ τὸν γλουτὸν ἴεται, διὰ τοῦ μυὸς; ὑπὸ τῷ μηρῷ ὑποβρυχίη·
そして、それ自体は臀部の傍らを通って進み、大腿の下で筋肉を貫いて深く隠れて走る。
πρὸς δὲ τοῦ γλουτοῦ τῇ κοτυλίδι τοῦ μηροῦ παρὰ τὴν κεφαλὴν ἐστετρύπηκε φλεβὶ, ἥπερ ἀναπνοὴν τῷ μηρῷ παρέχει·
臀部の近くでは、大腿骨の関節窩の傍らで関節頭において血管によって貫通しており、それが大腿に呼吸を与えている。
καὶ περᾷ τὸν μηρὸν παρὰ τὴν πρὸς τὸ γόνυ καμπήν·
そして大腿を通り抜け、膝への屈曲部の傍らに至る。
ἑτέρην δὲ παρὰ τὸν βουβῶνα καθῆκε πυκινόῤῥιζον καὶ δυστράπελον.
また、鼠径部の傍らに、密に根を張り方向転換しにくい別の血管を下行させている。
Ἡ δὲ διὰ τοῦ μυὸς τείνουσα περί τε τὸ γόνυ ἐσπείρωται, καὶ διὰ τοῦ ὀστέου τοῦ κνημιαίου ἄκρου σεσυρίγγωκε φλέβα, ἣ τρέφει τὸν μυελὸν, καὶ ἐξοχετεύεται διὰ τοῦ νερτάτου τοῦ κνημιαίου, παρὰ τὴν ἔνδεσιν τοῦ ποδός.
筋肉を通って伸びる血管は、膝の周囲でらせん状に巻いており、脛骨の末端の骨を貫通して骨髄を養う血管を形成し、脛骨の最下部を通って、足の接合部の傍らへと流れ出している。
Αὐτὴ δὲ διὰ τῆς ἐπιγουνίδος ἐς τὸ ἐντὸς διὰ τῆς κνήμης τοῦ μυὸς βρυχίη τέταται, καὶ ἐμπέπλοχε διὰ τοῦ σφυροῦ ἐντὸς παχέη καὶ ἔναιμος, καὶ ἐνταῦθα περὶ τὸ σφυρὸν καὶ τὸν τένοντα δυσκρίτους φλέβας μεμήρυκεν.
そしてそれ自体は、膝蓋骨を通って、下腿の筋肉を貫いて内側へと深く隠れて伸びており、内くるぶしを通って太く血に満ちて交差(あるいは進入)し、そこではくるぶしと腱の周囲に、判別しがたい血管を巻きつけている。

語釈・文法注

  1. 14ἐγκισσεύεται — 動詞は「蔦(κισσός)のように絡みつく」を意味し、主語は前述の中性複数名詞である φλέβια(細い血管)である。中性複数の主語が単数動詞を取る古典ギリシア語の規則に従っている。
  2. 14ἑκάστη ξυνάγουσα, ἐνταῦθ’ ἐξερεύγεται — 分詞 ξυνάγουσα と動詞 ἐξερεύγεται の主語は ἑκάστη(それぞれ、女性単数)であり、これは先行する複数名詞 αἱ μὲν ἄλλαι φλέβες(他の血管たち)の個々の要素を個別に受けて単数で一致している。
  3. 15ὥσπερ σικύη — 「吸角(吸いふくべ)のように」という比喩は、勃起の際に血管の緊縮によって内部に生じる陰圧(吸引力)が、脊椎周辺の細い血管から生殖物質を吸い上げる身体的メカニズムを説明している。
  4. 16ἐστετρύπηκε φλεβὶ — 自動詞完了形 ἐστετρύπηκε は「貫通している」「穴があいている」を意味し、手段・原因の与格 φλεβὶ(血管によって)を伴って、大腿骨頭の関節窩の箇所に血管が通る穴が存在する解剖学的構造を示している。

この箇所を引用する

ヒポクラテス, 骨の自然性について §14-16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:14-16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。