Humanitext Reader

ヒポクラテス · 骨の自然性について §9

四対の血管の走行経路と瀉血の部位

3 / 7 箇所 · ギリシア語

要旨

体内の主要な四つの血管(血管対)の詳細な走行経路と、それに対応する各疾患に対する瀉血部位、および患部からできるだけ遠い位置を切開すべきという瀉血の基本原則について論じている。

§99. Αἱ παχύταται τῶν φλεβῶν πεφύκασι·
9. 最も太い血管は次のように生じている。
τέσσαρα ζεύγεά εἰσιν ἐν τῷ σώματι.
それらは体の中に四つの対がある。
Καὶ αἱ μὲν αὐτέων ἀπὸ τῆς κεφαλῆς ὄπισθεν διὰ τοῦ αὐχένος, ἔξωθεν παρὰ τὴν ῥάχιν ἔνθεν καὶ ἔνθεν εἰς τὰ ἰσχία ἀφικνέεται καὶ ἐς τὰ σκέλεα·
そして、それらのうちの一方の対は、頭の後部から首を通って、脊椎の外側に沿って両側から腰と脚へと至る。
ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τῶν σφυρῶν τὰ ἔξω καὶ ἐς τοὺς πόδας ἀφήκει.
それから、脛を通って外顆の上を通り、足へと達する。
Δεῖ οὖν τὰς φλεβοτομίας ἐπὶ τῶν ἀλγημάτων τῶν ἐν τῷ νώτῳ καὶ ἐν τοῖσιν ἰσχίοισιν ἀπὸ τῶν ἰγνύων ποιέεσθαι καὶ ἀπὸ τῶν σφυρῶν ἔξωθεν.
したがって、背中や腰の痛みに対しては、膝窩から、また外顆から瀉血を行うべきである。
Αἱ δὲ δεύτεραι φλέβες ἐκ τῆς κεφαλῆς παρὰ τὰ ὦτα διὰ τοῦ αὐχένος, σφαγίτιδες καλεόμεναι, ἔσωθεν παρὰ τὴν ῥάχιν ἑκατέρωθεν φέρουσι παρὰ τὰς ψόας ἐς τοὺς ὄρχιας καὶ ἐς τοὺς μηροὺς, καὶ [διὰ] ἰγνύων ἐκ τοῦ ἔσωθεν μέρεος·
第二の血管は、頭から耳の傍らを通って首を通り、頸静脈と呼ばれ、脊椎の内側に沿って両側から腰筋を通り、睾丸と大腿部、そして膝窩の内側の部分を通って進む。
ἔπειτα διὰ τῶν κνημέων ἐπὶ τὰ σφυρὰ τὰ ἔσωθεν καὶ τοὺς πόδας.
それから脛を通って内顆と足へと至る。
Δεῖ οὖν τὰς φλεβοτομίας ποιέεσθαι πρὸς τὰς ὀδύνας τὰς ἀπὸ τῶν ψοῶν καὶ τῶν ὀρχίων, ἀπὸ τῶν ἰγνύων καὶ ἀπὸ τῶν σφυρῶν ἔσωθεν.
したがって、腰筋や睾丸から生じる痛みに対しては、膝窩から、また内顆から瀉血を行うべきである。
Αἱ δὲ τρίται φλέβες ἐκ τῶν κροτάφων διὰ τοῦ αὐχένος ἐπὶ τὰς ὠμοπλάτας, ἔπειτα ξυμφέρονται ἐς τὸν πλεύμονα, καὶ ἀφικνέονται ἡ μὲν ἀπὸ τῶν δεξιῶν ἐς τὰ ἀριστερὰ ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸν σπλῆνα καὶ ἐς τὸν νεφρὸν, ἡ δὲ ἀπὸ τῶν ἀριστερῶν ἐς τὰ δεξιὰ ἐκ τοῦ πνεύμονος ὑπὸ τὸν μαζὸν καὶ ἐς τὸ ἧπαρ καὶ ἐς τὸν νεφρόν·
第三の血管は、こめかみから首を通って肩甲骨へと至り、それから肺で合流し、右側からのものは左側へと乳房の下を通って脾臓と腎臓へと至り、左側からのものは肺から右側へと乳房の下を通って肝臓と腎臓へと至る。
τελευτῶσι δὲ ἐς τὸν ἀρχὸν αὗται ἀμφότεραι.
これらは両方とも直腸に終わる。
Αἱ δὲ τέταρται ἀπὸ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ὑπὸ τὸν αὐχένα καὶ ὑπὸ τὰς κληβδας· ἔπειτα ἀπὸ τῶν βραχιόνων ἄνωθεν ὑπὸ τὰς ξυγκαμπάς· ἔπειτα διὰ τῶν πήχεων ἐς τοὺς καρποὺς καὶ τοὺς δακτύλους·
第四の血管は、頭の前面と眼から、首の下と鎖骨の下を通り、次いで上腕の上部から関節の屈曲部の下を通り、次いで前腕を通って手首と指へと至る。
ἔπειτα πάλιν ἀπὸ τῶν δακτύλων διὰ τῶν στηθέων τῶν χειρῶν καὶ τῶν πήχεων ἐς τὰς ξυγκαμπάς· διὰ δὲ τῶν βραχιόνων καὶ τοῦ κάτωθεν μέρεος ἐς τὰς μασχάλας·
それから再び指から手のひらと前腕を通って屈曲部へ、上腕の下部を通って腋窩へと至る。
καὶ ἐκ τῶν πλευρέων ἄνωθεν ἡ μὲν ἐς τὸν σπλῆνα ἀφικνέεται, ἡ δὲ ἐς τὸ ἧπαρ·
そして肋骨の上部から、一方は脾臓に達し、他方は肝臓に達する。
ἔπειτα ὑπὲρ τῆς γαστρὸς ἐς τὸ αἰδοῖον τελευτῶσιν ἀμφότεραι.
それから、両方とも胃の上を通って陰部に終わる。
Καὶ αἱ μὲν παχεῖαι τῶν φλεβῶν οὕτω πεφύκασιν.
そして、太い血管は、このように生じている。
Εἰσὶ δὲ καὶ ἀπὸ τῆς κοιλίης φλέβες ἀνὰ τὸ σῶμα πολλαί τε καὶ παντοῖαι, δι’ ὧν ἡ τροφὴ τῷ σώματι ἔρχεται.
また、胃からも体中に多くの様々な血管が伸びており、それらを通って体に栄養が運ばれる。
Φέρουσι δὲ καὶ ἀπὸ τῶν παχειῶν φλεβῶν ἐς τὴν κοιλίην καὶ τὸ ἄλλο σῶμα καὶ ἀπὸ τῶν ἐξωτάτω καὶ ἀπὸ τῶν ἐσωτάτω, καὶ ἐς ἀλλήλας διαδιδόασιν αἵ τε ἔσωθεν ἔξω καὶ αἱ ἔξωθεν ἔσω.
また、それらは太い血管から、また最も外側のものや最も内側のものからも、胃やその他の体へと運んでおり、内側のものは外側へと、外側のものは内側へと、互いに分配し合っている。
Τὰς οὖν φλεβοτομίας ποιέεσθαι χρὴ κατὰ τούσδε τοὺς τρόπους·
したがって、瀉血は次のような方法で行うべきである。
ἐπιτηδεύειν δὲ δεῖ τὰς τομὰς, ὡς προσωτάτω ταμεῖν ἀπὸ χωρίων, ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι καὶ τὸ αἷμα ξυλλέγεσθαι·
そして、痛みが習慣的に生じたり血液が集まったりする場所から、できるだけ遠く離れた場所を切り開くよう、切開を工夫せねばならない。
οὕτω γὰρ ἂν ἥκιστα ἥ τε μεταβολὴ γίνοιτο μεγάλη ἐξαπίνης, καὶ τὸ ἔθος μεταστήσειας ἂν, ὥστε μηκέτι ἐς τωὐτὸ χωρίον ξυλλέγεσθαι.
そうすれば、変化が突然大きく生じることは極めて少なくなり、また習慣を変化させて、もはや同じ場所に集まらないようにすることができるからである。

語釈・文法注

  1. 9[διὰ] ἰγνύων — 角括弧で囲まれた前置詞 διὰ は、後続する属格 ἰγνύων(膝窩「ひざうら」の複数属格)に対し、校訂上補われたものである。これは前後の血管の記述(διὰ τοῦ αὐχένος, διὰ τῶν κνημέων)に見られる「〜を通って」という経路の表現と整合させるためのものである。
  2. 9ὡς προσωτάτω ταμεῖν — アオリスト不定詞 ταμεῖν(τέμνω「切開する」)は、最上級副詞を伴う ὡς 句(ὡς προσωτάτω「できるだけ遠くに」)と結びついており、非人称動詞 δεῖ に支配される主動詞 ἐπιτηδεύειν(「〜を心がける、工夫する」)の具体的な目的・内容を説明している。
  3. 9ἔνθα ἂν αἱ ὀδύναι μεμαθήκωσι γίνεσθαι — μεμαθήκωσι は μανθάνω(学ぶ、知る)の完了能動態接続法3人称複数形。この動詞の完了形は「〜することに慣れている、〜するのが常である」という現在の習慣的な状態を表す。一般相対接続詞 ἔνθα ἂν に導かれ、現在の一般的条件(「〜するような場所ならどこでも」)を示している。

この箇所を引用する

ヒポクラテス, 骨の自然性について §9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0627.tlg048.humanitext-grc1:9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。