§44. Ὅταν δὲ ξύῃς βλέφαρα ὀφθαλμοῦ, ξύειν [εἶτα καίειν] εἰρίῳ Μιλησίῳ, οὔλῳ, καθαρῷ, περὶ ἄτρακτον περιειλῶν, αὐτὴν τὴν στεφάνην τοῦ ὀφθαλμοῦ φυλασσόμενος, μὴ διακαύσῃς πρὸς τὸν χόνδρον.
4. 目の瞼を削るときは、ミレトス産の、縮れた、清潔な羊毛を用い、これを紡錘の周りに巻き付けて削るべきであり、目の縁そのものに注意し、軟骨に至るまで焼き切ってしまわないようにせよ。
Σημεῖον δὲ ὅταν ἀπόχρη τῆς ξύσιος, οὐκ ἔτι λαμπρὸν αἷμα εξέρχεται, ἀλλὰ ἰχὼρ αἱματώδης ἢ ὑδατώδης.
削るのが十分になったときの兆候は、もはや鮮紅色の血が出なくなり、血の混じった、あるいは水っぽい漿液が出ることである。
Τότε δὲ χρή τινι τῶν ὑγρῶν φαρμάκων, ὅκου ἄνθος ἐστὶ χαλκοῦ, τουτέῳ ἀνατρῖψαι.
そのときは、銅の花が含まれる液状の薬のいずれかを用いて、それによって擦るべきである。
Ὕστερον δὲ τὸ τῆς ξύσιος καὶ τὸ τῆς καύσιος, ὅταν αἱ ἐσχάραι ἐκπέσωσι καὶ κεκαθαρμένα ᾖ τὰ ἕλκεα καὶ βλαστάνῃ, τάμνειν τομὴν διὰ τοῦ βρέγματος.
その後、削ることと焼くことののち、痂皮が剥がれ落ち、傷口が浄化されて肉が芽生えてきたとき、頭頂部を通り抜けて切開を加えるべきである。
Ὅταν δὲ τὸ αἷμα ἀποῤῥυῇ, χρὴ διαχρίειν τῳ ἐναίμῳ φαρμάκῳ.
血が流れ出たのちは、止血薬を塗るべきである。
Ὕστερον δὲ τουτέου ἔργον καὶ πάντων τὴν κεφαλὴν καθῆραι.
そしてこれののち、またすべての作業ののちに、頭部を浄化することが必要である。
§55. Τὰ βλέφαρα τὰ παχύτερα τῆς φύσιος, τὸ κάτω ἀποταμὼν τὴν σάρκα ὁκόσην εὐμαρέστατα δύνῃ, ὕστερον δὲ τὸ βλέφαρον ἐπικαῦσαι μὴ διαφανέσι, φυλασσόμενος τὴν φύσιν τῶν τριχῶν, ἢ τῷ ἄνθει ὀπτῷ λεπτῷ προστεῖλαι.
5. 通常よりも厚い瞼については、下部の肉をできる限り容易に切り取り、その後、瞼を、突き抜けない器具で軽く焼きなさい、まつ毛の生え方に注意しながら。 あるいは、細かく焼いた銅の花を塗布しなさい。
Ὅταν δὲ ἀποπέσῃ ἡ ἐσχάρα, ἰητρεύειν τὰ λοιπά.
痂皮が剥がれ落ちたとき、残りの部分を治療しなさい。
§66. Ὁκόταν δὲ βλέφαρα ψωριᾷ καὶ κνησμὸς ἔχῃ, ἄνθος χαλκοῦ βώλιον πρὸς ἀκόνην τρίψας, ἔπειτα τὸ βλέφαρον ἀποτρίψας αὐτέου, καὶ τότε τὴν φολίδα τοῦ χαλκοῦ τρίβειν ὡς λεπτοτάτην·
6. 瞼が疥癬にかかり、痒みがあるときは、銅の花の塊を砥石でこすり、それによってその瞼をこすり、そのとき銅の鱗片をできるだけ細かくすりつぶしなさい。
ἔπειτα χυλὸν ὄμφακος διηθημένον παραχέας καὶ τρίψας λεῖον, τὸ δὲ λοιπὸν ἐν χαλκῷ ἐρυθρῷ παραχέων, κατ’ ὀλίγον ἀνατίρβειν, ἕως ἂν πάχος γένηται ὡς μυττωτός·
次に、濾過した未熟なブドウの汁を注ぎ、滑らかにすりつぶし、残りを赤銅の容器に注ぎ、少しずつすり混ぜ、ペースト状の硬さになるまで続けなさい。
ἔπειτα, ἐπειδὰν ξηρανθῇ, τρίψας λεῖον χρῆσθαι.
その後、乾燥したときに、滑らかにすりつぶして使用しなさい。
§77. Νυκτάλωπος φάρμακον·
7. 夜盲症の治療法。
πινέτω ἐλατήριον, καὶ τὴν κεφαλὴν καθαιρέσθω, καὶ κατάξας τὸν αὐχένα ὡς μάλιστα, πιέσας πλεῖστον χρόνον.
エラテリオンを飲ませ、頭部を浄化させ、うなじをできるだけ曲げさせ、非常に長い時間圧迫しなさい。
Ἐπανιεὶς δὲ διδόναι ἐν μέλιτι βάπτων ἧπαρ βοὸς ὠμὸν καταπιεῖν μέγιστον ὡς ἂν δύνηται, ἓν ἢ δύο.
それを緩めてから、蜂蜜に浸した生の牛の肝臓を、できるだけ大きなもの、1つか2つを飲み込ませるように与えなさい。
§88. Ἤν τινι οἱ ὀφθαλμοὶ ὑγιέες ἐόντες διαφθείροιεν τὴν ὄψιν, τουτέῳ χρὴ ταμόντα κατὰ τὸ βρέγμα, ἐπαναδείραντα, ἐκπρίσαντα τὸ ὀστέον, ἀφελόντα τὸν ὕδρωπα, ἰῆσθαι·
8. もし誰かの目が健全であるにもかかわらず、その視力が損なわれるなら、その患者に対しては、頭頂部を切開し、頭皮を剥ぎ、骨を鋸で切り開いて、水腫を取り除いて治療せねばならない。
καὶ οὕτως ὑγιέες γίνονται.
そうすれば健全になる。
§99. Ὀφθαλμίης τῆς ἐπετείου καὶ ἐπιδημίου ξυμφέρει κάθαρσις κεφαλῆς καὶ τῆς κάτω κοιλίης·
9. 季節性および流行性の眼炎に対しては、頭部と下腹部の浄化が有益である。
καὶ εἰ ἔχοι τὸ σῶμα, αἵματος ἀφαίρεσις ξυμφέρει πρὸς ἔνια τῶν τοιούτων ἀλγημάτων, καὶ σικύαι κατὰ τὰς φλέβας.
また、もし身体の頑健さが許すなら、このような痛みのいくつかに対しては瀉血が有益であり、また脈管に沿った吸角法も有益である。
Σῖτος ὀλίγος ἄρτος, καὶ ὕδατος πόσις.
食事はわずかなパンとし、水を飲むこと。
Κατακεῖσθαι δὲ ἐν σκότῳ, ἀπό τε καπνοῦ καὶ πυρὸς καὶ τῶν ἄλλων λαμπρῶν, πλαγίων, ἄλλοτε ἐπὶ τὰ δεξιὰ, ἄλλοτε ἐπ’ ἀριστερά.
煙や火、その他のまばゆい光を避けて暗所に横たわること。 横向きに、あるときは右側を下に、あるときは左側を下にすること。
Μὴ τέγγειν τὴν κεφαλὴν, ἐπειδὰν οὐ ξυμφέρει.
頭を濡らしてはならない。 それは有益ではないからである。
Κατάπλασμα ὀδύνης μὴ ἐνεούσης, ἀλλ’ ὡς ῥεύματος ἐπέχοντος, οὐ συμφέρει.
痛みが存在せず、ただ流出液がたまっているようなときには、湿布は有益ではない。
Οἰδημάτων ἀνωδύνων καὶ μετὰ τὰ δριμέα φάρμακα τῆς ὀδύνης ἐπαλειφόμενα, ἐπειδὰν ἥ τε ὀδύνη παύσηται καὶ διαχωρισθῇ μετὰ τὴν ἐσάλειψιν τοῦ φαρμάκου, τότε συμφέρει καταπλάσσειν τῶν καταπλασμάτων ὅ τι ἄν σοι δοκέῃ ξυμφέρειν.
無痛性の腫れや、刺激性の強い薬を塗った後に生じる痛みに対して、痛みが治まり、薬を塗った後に分泌物が分離したとき、そのときに、有益と思われるいかなる湿布を適用するのも有益である。
Οὐδὲ διαβλέπειν ξυμφέρει πουλὺν χρόνον, δάκρυον γὰρ προκαλέεται, οὐ δυνάμενος ὁ ὀφθαλμὸς πονέειν πρὸς τὰ λαμπρά·
また、長い間目を見開いていることも有益ではない。 涙が誘発され、目はまばゆい光に対して苦痛に耐えられないからである。
ἀλλ’ οὐδὲ ξυμμύειν πουλὺν χρόνον, ἢν ἔχῃ ῥεῦμα θερμὸν μάλιστα·
しかし、特に熱い流出液がある場合は、長い間目を閉じていることもまた有益ではない。
θερμαίνει γὰρ τὸ δάκρυον ἰσχόμενον.
閉じ込められた涙が目を温めてしまうからである。
Ῥεύματος δὲ μὴ ἔχοντος, μετά γέ του ξηροῦ τὴν ὑπάλειψιν ξυμφέρει ποιέεσθαι.
流出液がない場合は、乾燥した薬を用いて塗布することが有益である。